308
ἀνθρωπίνοις πολιτεύσα σθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς20, 3.3.33 τίς οὖν ὁ ἐπαισχυνόμενος τῷ σταυρῷ; ὁ καὶ μετὰ τὸ πάθος προσκυνῶν ἴσα πατρὶ τὸν υἱὸν ἢ ὁ καὶ πρὸ τοῦ πάθους ὑβρίζων οὐ μόνον τῇ πρὸς τὴν κτίσιν ὁμοτιμίᾳ, ἀλλὰ καὶ τῷ κατα σκευάζειν τῆς ἐμπαθοῦς αὐτὸν εἶναι φύσεως, μὴ ἂν ἐλθόντα πρὸς τὴν τῶν παθημάτων πεῖραν, εἰ μὴ δεκτικὴν εἶχε τῶν 3.3.34 τοιούτων τὴν φύσιν; ἡμεῖς μὲν γὰρ καὶ τὸ σῶμα, ᾧ τὸ πάθος ἐδέξατο, τῇ θείᾳ φύσει κατακραθὲν ἐκεῖνο πεποιῆ σθαί φαμεν διὰ τῆς ἀνακράσεως, ὅπερ ἡ ἀναλαβοῦσα φύσις ἐστί· τοσοῦτον ἀπέχομεν τοῦ μικρόν τι περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν, ὡς εἴ τι καὶ τῆς κάτω φύσεως διὰ τὴν φιλάν θρωπον προσελήφθη οἰκονομίαν, καὶ τοῦτο πιστεύειν μετα πεποιῆσθαι πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον· ὁ δὲ σημεῖον τῆς πρὸς τὸ ταπεινότερον κατ' οὐσίαν παραλλαγῆς τὸ περὶ τὸν σταυρὸν πάθος πεποίηται, οὐκ οἶδα ὅπως τὴν ὑπερ βάλλουσαν τῆς δυνάμεως ἐνέργειαν, καθ' ἣν καὶ τοῦτο ἠδυνήθη, τεκμήριον ἀσθενείας ποιούμενος, οὐδὲ τοῦτο συνείς, ὅτι οὐδὲν κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενον ὡς ἐπὶ παρα δόξῳ θαυμάζεται, ἀλλ' ὅσα τοὺς ὅρους ἐκβαίνει τῆς φύ σεως, ταῦτα μάλιστα πάντων ἐν θαύματι γίνεται καὶ πρὸς ταῦτα πᾶσα μὲν ἐπιστρέφεται ἀκοή, πᾶσα δὲ διάνοια τείνε 3.3.35 τὸ παράδοξον θαυμάζουσα. διὸ καὶ πάντες οἱ τὸν λόγον κηρύσσοντες ἐν τούτῳ τὸ θαῦμα τοῦ μυστηρίου καταμη νύουσιν ὅτι θεὸς ἐφανερώθη ἐν σαρκί, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ὅτι ἡ ζωὴ θα νάτου ἐγεύσατο, καὶ πάντα τὰ τοιαῦτα βοῶσιν οἱ κήρυκες, δι' ὧν πλεονάζεται τὸ θαῦμα τοῦ διὰ τῶν ἔξω τῆς φύσεως 3.3.36 τὸ περιὸν τῆς δυνάμεως ἑαυτοῦ φανερώσαντος. ἀλλὰ κἂν ἐκείνοις ὑβρίζειν διὰ ταῦτα δοκῇ καὶ τῆς πρὸς τὸν πατέρα ὁμοτιμίας διὰ τὴν περὶ τὸν σταυρὸν οἰκονομίαν τὸν υἱὸν ἀποσχοινίζωσιν, ἡμεῖς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι διὰ τῶν ἁγίων γραφῶν πεπιστεύκαμεν ὅτι ὁ ἐν ἀρχῇ ὢν θεὸς Μετὰ ταῦτα, καθώς φησιν ὁ Βαρούχ, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀν θρώποις συνανεστράφη, ἀντάλλαγμά τε τοῦ ἡμετέρου θανά του γενόμενος ἔλυσε διὰ τῆς ἰδίας ἀναστάσεως τὰ δεσμὰ τοῦ θανάτου καὶ ὡδοποίησε πάσῃ σαρκὶ δι' ἑαυτοῦ τὴν ἀνάστασιν, ὁμόθρονός τε καὶ ὁμόδοξος ὢν τῷ ἰδίῳ πατρὶ κατ' ἀξίαν τῶν βεβιωμένων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐποίσει 3.3.37 τὴν ψῆφον τοῖς κρινομένοις. ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν, ὅτι ὁ μη δενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγα λειότητα πλὴν ἑαυτῷ καὶ τῷ πατρὶ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατ 3.3.38 ελθεῖν ἠδυνήθη· οἱ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ υἱοῦ πρὸς τὸν πατέρα ποιοῦνται, τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν κύριον, ὡς τῆς μὲν φύσεως τοῦ πατρὸς καθαρῶς ἐν ἀπαθείᾳ δια μενούσης καὶ μηδενὶ τρόπῳ τὴν πρὸς τὸ πάθος κοινωνίαν ἀναδέξασθαι δυναμένης, τοῦ δὲ υἱοῦ διὰ τὸ πρὸς τὸ ταπει νότερον παρηλλάχθαι τὴν φύσιν, πρὸς σαρκός τε καὶ θα νάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν, ὡς οὐ πολλῆς γινο μένης τῆς μεταστάσεως, ἀλλὰ τρόπον τινὰ πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον ἐκ τοῦ ὁμοίου μεταχωρούσης διὰ τοῦ κτιστὴν μὲν τὴν ἀνθρωπίνην, κτιστὴν δὲ καὶ τὴν τοῦ μονογενοῦς 3.3.39 ὑποτίθεσθαι φύσιν. τίς τοίνυν εἰκότως ἐπαισχύνεσθαι τῷ σταυρῷ κατηγορεῖται, ὁ τὰ ταπεινὰ περὶ αὐτοῦ λέγων ἢ ὁ περὶ τῶν ὑψηλοτέρων ἀγωνιζόμενος; οὐκ οἶδα εἰ τῆς Παύ λου μεγαλοφωνίας ὁ κατήγορος ἤκουσεν ὁ οὕτω κατα σμικρύνων τὸν ἐπὶ τοῦ σταυροῦ γνωρισθέντα θεόν, οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ σταυροῦ διεξέρ χεται. ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων μὴ γένοιτο, φησίν, ἐπί τινι ἄλλῳ καυχᾶσθαι εἰ μὴ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ σταυροῦ δύναμιν θεοῦ τοῖς σῳζομένοις 3.3.40 εἶναι. Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσάν τε καὶ συν έχουσαν δύναμιν τῷ σχήματι τοῦ