309
σταυροῦ καταγράφει, ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γνῶναι τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης, ὕψος καὶ πλάτος καὶ βάθος καὶ μῆκος κατονομάζων, ἑκάστην κεραίαν τῶν κατὰ τὸ σχῆμα τοῦ σταυροῦ θεωρουμένων ἰδίοις προσαγορεύων ὀνό μασιν, ὡς τὸ μὲν ἄνω μέρος ὕψος εἰπεῖν, βάθος δὲ τὸ μετὰ τὴν συμβολὴν ὑποκείμενον, τὴν δὲ ἐγκάρσιον καθ' ἑκάτερον κεραίαν τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων, ὡς ἂν διὰ τούτου φανερωθείη τὸ μέγα μυ στήριον, ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταχθόνια καὶ πάντα τῶν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόρρητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ σταυροῦ παραδείξαντος. ἀλλ' οὐδὲν οἶμαι δεῖν πλέον ταῖς αἰτίαις ταύταις ἐναγωνίζεσθαι, περιττὸν κρίνων ἐμφιλο τιμεῖσθαι τοῖς κατὰ τῆς συκοφαντίας ἐλέγχοις, καὶ δι' ὀλίγων τῆς ἀληθείας δειχθείσης. οὐκοῦν πρὸς ἕτερον ἔγ κλημα τῷ λόγῳ μετέλθωμεν. 3.3.41 ∆ιαβάλλεσθαι λέγει παρ' ἡμῶν τοὺς ἁγίους. ἀλλ' εἰ μὲν αὐτὸς ἀκήκοε, λεγέτω τὰ ῥήματα τῆς κακηγορίας· εἰ δὲ πρὸς ἑτέρους εἰρηκέναι λέγει, δειξάτω διὰ τῶν μαρτυ ρούντων ἀληθῆ τὴν αἰτίαν· εἰ δὲ ἀφ' ὧν γεγραφήκαμεν ἀποδείκνυσιν, ἀναγνώτω τὰ εἰρημένα, καὶ τὴν αἰτίαν δεξό μεθα. ἀλλ' οὐκ ἄν τι τοιοῦτον προσενεγκεῖν ἔχοι· πρό κειται γὰρ παντὶ τῷ βουλομένῳ τὰ παρ' ἡμῶν εἰς ἐξέτασιν. εἰ δὲ μήτε πρὸς αὐτὸν εἴρηται μήτε ἑτέρων ἀκήκοε μήτε διὰ τῶν γεγραμμένων ἔχει τὸν ἔλεγχον, σιγᾶν οἶμαι χρῆναι 3.3.42 τὸν ὑπὲρ τούτων ἀπολογούμενον. πρὸς γὰρ τὸ ἀνυπόστατον ἔγκλημα πρέπουσα πάντως ἐστὶν ἀπολογία ἡ σιωπή. Πέτρος φησὶν ὁ ἀπόστολος Κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ἡμεῖς ταῦτα παρ' αὐτοῦ μεμαθηκότες φαμὲν περὶ ἓν πᾶσαν βλέπειν τῶν εἰρημένων τὴν σύμφρασιν, αὐτόν τε τὸν σταυρὸν καὶ τὸ ἀνθρώπινον ὄνομα καὶ τὸ δεικτικὸν τῆς φωνῆς· δύο γὰρ πράγματα περὶ ἓν πρόσωπον ὁ τῆς γραφῆς λόγος γεγενῆ σθαί φησι, παρὰ μὲν τῶν Ἰουδαίων τὸ πάθος, παρὰ δὲ τοῦ θεοῦ τὴν τιμήν, οὐχ ὡς ἄλλου μὲν πεπονθότος, ἑτέρου 3.3.43 δὲ διὰ τῆς ἀνυψώσεως τετιμημένου. καὶ σαφέστερον ἐφερ μηνεύει λέγων διὰ τῶν ἐφεξῆς· Τῇ δεξιᾷ γάρ, φησί, τοῦ θεοῦ ὑψωθείς. τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινὸν εἰ μὴ τὸ ἀνθρώπινον; τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος; ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δέεται ὕψιστος ὤν. ἄρα τὸ ἀνθρώπινον ὁ ἀπόστολος ὑψῶ σθαι λέγει, ὑψώθη δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. διὰ τοῦτο δὲ μετὰ τὸ πάθος ἐγένετο. οὐκοῦν οὐ τὴν προ αιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ Ἐποίησε ῥήματος παρί στησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν τὴν διὰ τῆς δεξιᾶς τοῦ θεοῦ γεγενημένην, σαφηνίζεται γὰρ καὶ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσε 3.3.44 βείας μυστήριον. ὁ γὰρ εἰπὼν ὅτι Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψω θείς, φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων, ἥτις ἐστὶν ὁ κύριος δι' οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε, διὰ τῆς ἀνα κράσεως, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν, κἀκεῖνον ποιή σασα· ἔστι δὲ αὐτὴ κύριος καὶ βασιλεύς· Χριστὸς γὰρ ὁ βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη, οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο, ἐν τῷ ἀθανάτῳ ἀθάνατος, ἐν τῷ φωτὶ φῶς, ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος, ἐν τῷ ἀοράτῳ ἀόρατος, ἐν τῷ 3.3.45 Χριστῷ Χριστός, ἐν τῷ κυρίῳ κύριος. πέφυκε γὰρ καὶ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων, ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζῃ μέρος, πρὸς τὸ ἐπικρατοῦν πάντως μετα ποιεῖσθαι τὸ ἐλαττούμενον. τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα, ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος· ἡ δὲ ἀσθένεια 3.3.46 τὴν σάρκα δηλοῖ, καθὼς παρὰ τοῦ κυρίου ἠκούσαμεν. τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως οὐκέτι ἔμεινεν ἐν τοῖς οἰκείοις μέτροις καὶ ἰδιώμασιν, ἀλλὰ τῇ δεξιᾷ τοῦ θεοῦ συνεπῄρθη καὶ ἐγένετο ἀντὶ δούλου