310
κύριος, ἀντὶ ὑποχειρίου Χριστὸς βασιλεύς, ἀντὶ ταπεινοῦ ὕψιστος, ἀντὶ ἀνθρώπου θεός. τίνα τοίνυν ὁ ὑπὲρ τῶν ἀποστόλων πολεμεῖν ἡμῖν σχηματιζόμενος εὗρεν ἐκ τῶν γεγραμμένων κατὰ τῶν ἁγίων λαβήν; ἀλλὰ σιωπάσθω καὶ τοῦτο τὸ ἔγκλημα· μικρὸν γὰρ οἶμαι καὶ ἀγεννὲς εἶναι πρὸς τὰ ψευδῆ τε καὶ ἀναπόδεικτα τῶν λεγομένων ἵστασθαι. ἀλλ' ἐπὶ τὸ σφοδρότερον τῆς κατηγορίας μετέλθωμεν. 3.3.47 Φησὶ 20τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶ σθαι20 λέγειν ἡμᾶς καὶ 20τὸν ἐξ ὑπακοῆς ἑαυτὸν τα πεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλα βεῖν τὴν μορφήν20. οὐδὲν ὑπημείφθη τῆς λέξεως, ἀλλ' αὐτὰ τὰ ῥήματα παρ' ἡμῶν μετενήνεκται ἀπὸ τῶν ἐκείνου λόγων πρὸς τὸν ἡμέτερον. εἰ μὲν ἔστι τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν γεγραμμένοις (ἡμέτερα γὰρ τὰ τοῦ διδα σκάλου φημί), μηδεὶς ἐγκαλείτω συκοφαντίαν τῷ ῥήτορι· πᾶσαν αὐτῷ φροντίδα τῆς ἀληθείας καὶ ἡμεῖς μαρτυρή 3.3.48 σομεν. εἰ δὲ τούτων μὲν ἔστιν ἐν τοῖς γεγραμμένοις οὐδέν, ὁ λόγος δὲ οὐκ αἰτίαν ἐπάγει ψιλήν, ἀλλ' ὡς ἐπιφανῶς ἀποδεδειγμένοις ἀγανακτεῖ καὶ ὀργίζεται 20τερατείας καὶ λήρους καὶ ταραχῆς πλήρεις καὶ ἀνωμαλίας20 καὶ τὰ τοιαῦτα καλῶν, τί χρὴ πράττειν οὐ συνορῶ. καθάπερ οἱ πρὸς τὰς ἀπροφασίστους ὀργὰς τῶν φρενιτι ζόντων ἀμηχανοῦντες οὐκ ἔχουσιν ὅ τι βουλεύσονται, οὕτως οὐδὲ αὐτὸς ἐξευρίσκω τινὰ πρὸς τὴν ἀμηχανίαν ταύτην ἐπί νοιαν. φησὶν ὁ διδάσκαλος (πάλιν γὰρ ἐπὶ λέξεως αὐτοῦ τὸν λόγον ἐπαναλήψομαι) ὅτι "1οὐχὶ θεολογίας ἡμῖν παρα 3.3.49 δίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους."2 ὁ δὲ κατήγορος ἐκ τούτων ὁρμηθεὶς 20ἄνθρωπον εἰς ἄνθρω πον κεκενῶσθαι20 λέγει κατασκευάζειν ἡμᾶς. τίς κοι νωνία τούτων κἀκείνων; εἴ φαμεν τὸν ἀπόστολον μὴ θεο λογίας ἡμῖν παραδεδωκέναι τρόπον, ἀλλὰ τὴν κατὰ τὸ πάθος οἰκονομίαν ὑποδεῖξαι τῷ λόγῳ, διὰ τοῦτο ἀνθρώπου εἰς ἄνθρωπον κένωσιν καὶ δούλου μορφὴν προαιώνιον καὶ τῆς ἐν σαρκὶ παρουσίας πρεσβύτερον τὸν ἐκ Μαρίας ἄν θρωπον λέγειν διαβαλλόμεθα; ἀλλὰ περιττὸν οἶμαι τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν, αὐτῆς τῆς ἀληθείας ἀφιείσης 3.3.50 ἡμᾶς τοῦ ἐγκλήματος. τότε γὰρ χρὴ τοῖς κατηγοροῦσιν ἀντικαθίστασθαι, ὅταν τις παράσχῃ καθ' ἑαυτοῦ τῷ συκο φάντῃ λαβήν· ἐφ' ὧν δὲ κίνδυνος ἔστιν οὐδεὶς ὑπονοηθῆναί τι τῶν ἀτόπων, οὐ τῆς τοῦ συκοφαντουμένου διαβολῆς, ἀλλὰ τῆς τοῦ κατηγοροῦντος μανίας ἔλεγχος ἡ κατηγορία καθ ίσταται. ἀλλ' ὥσπερ 20ἐπαισχύνεσθαι τῷ σταυρῷ20 τὴν αἰτίαν ἔχοντες ἐδείξαμεν διὰ τῶν ἐξητασμένων εἰς τοὐν αντίον περιτρεπόμενον τῷ κατηγόρῳ τὸ ἔγκλημα, οὕτω καὶ τὴν αἰτίαν ταύτην εἰς αὐτοὺς τοὺς κατηγόρους ἐπαναστρέ φουσαν δείξομεν, ὡς ἐκείνων, οὐχ ἡμῶν τὴν ἐξ ὁμοίου πρὸς τὸ ὅμοιον τοῦ υἱοῦ μετάστασιν ἐν τῇ κατὰ τὸ πάθος οἰκο 3.3.51 νομίᾳ δογματιζόντων. ἐξετάσωμεν γὰρ παρ' ἄλληλα θέντες ἐπὶ κεφαλαίου τὰ παρ' ἑκατέρων λεγόμενα. ἡμεῖς φαμεν τὸν μονογενῆ θεὸν δι' ἑαυτοῦ παραγαγόντα τὰ πάντα εἰς γένεσιν <ἐν> αὑτῷ περικρατεῖν τὰ πάντα, ἓν δὲ τῶν παρ' αὐτοῦ γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν, ἧς πρὸς κακίαν ἀπορρυείσης καὶ διὰ τοῦτο γενομένης ἐν τῇ τοῦ θανάτου φθορᾷ, πάλιν αὐτὴν δι' ἑαυτοῦ πρὸς τὴν ἀθάνατον ζωὴν ἐφελκύσασθαι, διὰ τοῦ ἀνθρώπου ᾧ κατεσκήνωσεν ὅλον ἀναλαβόντα πρὸς ἑαυτὸν τὸ ἀνθρώπινον, καὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν τῇ θνητῇ καὶ ἐπικήρῳ καταμίξαι φύσει καὶ τὴν ἡμετέραν νέκρωσιν διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως 3.3.52 εἰς ζωτικὴν μεταποιῆσαι χάριν καὶ δύναμιν. καὶ τοῦτό φαμεν εἶναι τὸ κατὰ τὴν σάρκα τοῦ κυρίου μυστήριον, ὅτι ὁ ἄτρεπτος ἐν τῷ τρεπτῷ γίνεται, ἵνα πρὸς τὸ κρεῖττον ἀλλοιώσας καὶ μεταβαλὼν ἐκ τοῦ χείρονος τὴν ἐμμιχθεῖσαν τῇ τρεπτῇ διαθέσει κακίαν ἐξαφανίσῃ ἀπὸ τῆς φύσεως ἐν ἑαυτῷ τὸ κακὸν δαπανήσας. ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταν αλίσκον ἐστίν, ᾧ ἐναφανίζεται πᾶσα κακίας ὕλη. οὗτος ὁ ἡμέτερος λόγος, ὁ δὲ κατήγορος τί φησι; οὐ τὸν ἄτρεπτόν τε καὶ ἄκτιστον τῷ διὰ κτίσεως γεγονότι καὶ διὰ τοῦτο πρὸς κακίαν ἀλλοιωθέντι καταμιχθῆναι, ἀλλὰ καὶ αὐτὸν κτιστὸν ὄντα πρὸς τὸ συγγενὲς ἐλθεῖν