311
ἑαυτῷ καὶ ὁμόφυλον, οὐκ ἐξ ὑπερεχούσης φύσεως διὰ φιλανθρωπίαν τὴν ταπει νοτέραν ὑποδύντα φύσιν, ἀλλ' ὅπερ ἦν, τοῦτο γενόμενον. 3.3.53 τῷ γὰρ γενικῷ τῆς προσηγορίας ἓν κατὰ πάντων ἐστὶ τῶν ἐκ τοῦ μὴ ὄντος ὑποστάντων τὸ τῆς κτίσεως ὄνομα, αἱ δὲ μερικαὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων διαφοραὶ ταῖς τῶν ἰδιωμάτων παραλλαγαῖς ἑτέρα τῆς ἑτέρας διενηνόχασιν· ὥστε εἰ κτιστὸς μὲν ἐκεῖνος, κτιστὸς δὲ ὁ ἄνθρωπος, αὐτὸς εἰς ἑαυτὸν ἐκενώθη κατὰ τὴν Εὐνομίου φωνήν, καὶ οὐ πρὸς τὸ ταπεινὸν ἐκ τοῦ ὑπερέχοντος, ἀλλ' ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὁμότιμον μετεχώρησε, πλὴν τῆς κατὰ τὸ σῶμα 3.3.54 καὶ τὸ ἀσώματον ἰδιότητος. πρὸς τίνα τοίνυν ἡ δικαία τῶν δικαζόντων ἐνεχθήσεται ψῆφος ἢ τίς τοῖς ἐγκλήμασιν ἐκείνοις ὑπεύθυνος ἀναφανήσεται; ὁ παρὰ τοῦ θεοῦ τοῦ ἀκτίστου τὸν κτιστὸν σεσῶσθαι λέγων ἢ ὁ τῷ κτίσματι τῆς σωτηρίας ἡμῶν ἀνατιθεὶς τὴν αἰτίαν; ἀλλ' οὐκ ἄδηλος τῶν εὐσεβούντων ἡ κρίσις. ὁ γὰρ ἀκριβῶς ἐπιστάμενος τὴν διαφορὰν τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, ὧν ἡ παραλλαγὴ κυριότητι καὶ δουλείᾳ χαρακτηρίζεται, τοῦ μὲν ἀκτίστου θεοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθ ώς φησιν ὁ προφήτης, πάντων δὲ τῶν ἐν τῇ κτίσει δου λευόντων κατὰ τὴν τοῦ αὐτοῦ προφήτου φωνήν, ἥ φησιν ὅτι Τὰ σύμπαντα δοῦλα σά, ὁ ταῦτα τοίνυν δι' ἐπιμελείας κατανοήσας οὐκ ἀγνοεῖ πάντως τὸν ἐκ δουλείας εἰς δου 3.3.55 λείαν τὸν μονογενῆ μετοικίζοντα. εἰ γὰρ δουλεύει μὲν ἡ κτίσις πᾶσα κατὰ τὸν Παῦλον, κτιστὴ δὲ κατ' Εὐνόμιον τοῦ μονογενοῦς ἡ οὐσία, οὐ δεσπότην καταμιχθῆναι δού λοις, ἀλλὰ δοῦλον ἐν δούλοις γενέσθαι διὰ τῶν δογμά των οἱ ἐναντίοι πάντως κατασκευάζουσιν. ἀλλὰ μὴν τὸ πρὸ τῆς ἐν σαρκὶ παρουσίας ἐν δούλου μορφῇ λέγειν εἶναι τὸν κύριον ἴσον ἐστὶ τῷ διαβάλλειν ἡμᾶς ὡς μέλανας τοὺς ἀστέρας καὶ ζοφώδη τὸν ἥλιον καὶ τὸν οὐρανὸν χθαμαλὸν 3.3.56 καὶ τὸ ὕδωρ ξηρὸν καὶ πάντα λέγοντας τὰ τοιαῦτα. ὁ γὰρ οὐκ ἐξ ὧν ἀκήκοέ τι κατασκευάζων, ἀλλὰ κατ' ἰδίαν ὁρμὴν τὸ δοκοῦν ἀναπλάσσων? μηδὲ τῶν τοιούτων φειδέσθω καθ' ἡμῶν ἐγκλημάτων. ἴσον γάρ ἐστιν ὑπέρ γε τούτων ἡμᾶς καὶ ὑπὲρ ἐκείνων εὐθύνεσθαι τῷ μηδὲν τούτων τὰς ἀρχὰς ἐκ τῶν ἡμετέρων ἔχειν. ὁ γὰρ ἐν τῇ τοῦ πατρὸς δόξῃ τὸν ἀληθινὸν υἱὸν εἶναι διοριζόμενος πῶς ἂν ἐν δούλου μορφῇ τὴν αἰώνιον τοῦ μονογενοῦς δόξαν ὑβρίζοι; ἐπειδὴ τοίνυν δοκεῖ τῷ λογογράφῳ λέγειν κακῶς, φροντίζει δὲ τοῦ δοκεῖν εὐπροσώπους τὰς αἰτίας κατασκευάζειν, οὐδὲν περιττὸν ἂν εἴη καὶ ἄχρηστον τοῖς ἀσυστάτοις τῶν ἐγκλημάτων ἐνα γωνίζεσθαι. 3.3.57 Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παρά λογον ἔχει. 20δύο20 γὰρ 20Χριστοὺς καὶ δύο κυρίους20 λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν τὴν αἰτίαν ἔχων, ἀλλὰ πρὸς τὸ δοκοῦν κατ' ἐξουσίαν τῷ ψεύδει χρώμενος. ἐπεὶ οὖν ἐπ' αὐτῷ ποιεῖται τὸ λέγειν ἃ βούλεται, τί μικρολόγως φέρει τὸ ψεῦδος, δύο μόνους Χρι στοὺς λέγεσθαι παρ' ἡμῶν κατασκευάζων; λεγέτω κατ' ἐξουσίαν εἰ δοκεῖ καὶ δέκα Χριστοὺς πρεσβεύειν ἡμᾶς καὶ δεκάκις τοσούτους καὶ εἰς χιλίους τὸν ἀριθμὸν ἐκτεινέτω, 3.3.58 ὡς ἂν νεανικώτερον τῆς συκοφαντίας ἀντιλαμβάνοιτο. ἥ τε γὰρ βλασφημία καὶ ἐπὶ δύο καὶ ἐπὶ πλειόνων Χριστῶν τὸ ἴσον ἔχει καὶ τὸ ἀναπόδεικτον τῶν ἐγκλημάτων ὡσαύτως ἴσον ἐστί. δείξας τοίνυν τὸ δύο λέγειν ἡμᾶς κυρίους καὶ δύο Χριστούς, ὡς περὶ μυρίων τὸν ἔλεγχον ποιησάμενος τὴν καθ' ἡμῶν ψῆφον ἐχέτω. ἀλλ' ἐκ τῶν ἡμετέρων ἡμᾶς διελέγχειν φησί. πάλιν τὰ εἰρημένα τῷ διδασκάλῳ διασκεψώμεθα, δι' ὧν οὗτος οἴεται κινεῖν καθ' ἡμῶν τὰ 3.3.59 ἐγκλήματα. "1οὐ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, φησίν, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους"2 ὁ λέγων ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, "1τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσιν ἐπερειδόμενος."2 τὰ μὲν οὖν γεγραμ μένα ταῦτα. οἱ δὲ δύο Χριστοὶ πόθεν παρὰ τοῦ Εὐνομίου διὰ τοῦ εἰρημένου εἰσεκυκλήθησαν; ἆρα τὸ τὴν δεικτικὴν φωνὴν πρὸς τὸ φαινόμενον εἰπεῖν ἀπερείδεσθαι, τοῦτο τῆς 3.3.60 τῶν δύο Χριστῶν κατασκευῆς τὴν ἀπόδειξιν ἔχει;