312
οὐκοῦν ἀρνεῖσθαι προσήκει καὶ τὸ ὑπερυψωθῆναι παρ' αὐτοῦ μετὰ τὸ πάθος τὸν κύριον, ὡς ἂν μὴ καὶ δύο ὑψίστους λέγειν αἰτιαθείημεν, εἴπερ ὕψιστος μὲν ὁ ἐν ἀρχῇ ὢν λόγος θεός, ὑπερυψώθη δὲ μετὰ τὸ πάθος ὁ ἐκ νεκρῶν ἀναστάς, καθώς φησιν ὁ ἀπόστολος. τῶν δύο γὰρ ἔστιν ἐξ ἀνάγκης ἑλέσθαι τὸ ἕτερον, ἢ λέγοντας ὑπερυψῶσθαι μετὰ τὸ πάθος, ὅπερ ἴσον ἐστὶ τῷ κύριον γενόμενον καὶ Χριστόν, ἀσεβείας παρὰ τῷ Εὐνομίῳ φεύγειν γραφήν, ἢ τὴν κατηγορίαν ἐκ κλίνοντας ἀρνεῖσθαι τὴν ὁμολογίαν τῆς τοῦ παθόντος ὑπερ 3.3.61 υψώσεως. ἀλλὰ χρὴ πρὸς ταῦτα πάλιν τὸν τοῦ κατηγόρου λόγον συνήγορον τῆς ἡμετέρας ἀπολογίας προστήσασθαι. οὐκοῦν ἐροῦμεν ἐπὶ λέξεως τὰ παρ' ἐκείνου τεθέντα, δι' ὧν ὁ ἡμέτερος συνίσταται λόγος, τοῦτον τὸν τρόπον. 20ὁ μακάριος20, φησίν, 20Ἰωάννης τὸν θεὸν λόγον, δι' οὗ τὰ πάντα γέγονεν, ἐν σαρκὶ γεγενῆσθαι διδά σκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο20. ἆρα συν ιεὶς ἃ γράφει ταῦτα τῷ ἰδίῳ λόγῳ προστίθησιν; ἐγὼ μὲν οὐκ οἶμαι τὸν αὐτὸν καὶ τὴν τούτων εἰδέναι διάνοιαν καὶ πρὸς τὸν ἡμέτερον διαμάχεσθαι λόγον. εἰ γάρ τις ἀκριβῶς ἐπισκέψαιτο τὰ λεγόμενα, οὐδεμίαν ἐν τούτοις εὑρήσει πρὸς ἄλληλα τῶν τε παρ' ἡμῶν καὶ τῶν παρ' ἐκείνου λεγομένων 3.3.62 τὴν μάχην. ἡμεῖς τε γὰρ καὶ τὰ διὰ σαρκὸς οἰκονομη θέντα κατ' ἰδίαν ὁρῶμεν καὶ τὴν θείαν δύναμιν ἐφ' ἑαυτῆς νοοῦμεν, ἐκεῖνός τε παραπλησίως ἡμῖν τὸν ἐν ἀρχῇ λόγον ἐν σαρκὶ πεφανερῶσθαι λέγει, καὶ οὔτε ἄλλος τις αὐτὸν οὔτε αὐτὸς ἑαυτὸν ᾐτιάσατο πώποτε ὡς δύο λόγους κηρύσ σοντα, τόν τε ἐν ἀρχῇ ὄντα καὶ τὸν σάρκα γενόμενον, οἶδε γὰρ πάντως ὅτι ὁ μὲν λόγος ὁ αὐτός ἐστι τῷ λόγῳ ὁ ἐν σαρκὶ φανεὶς τῷ πρὸς τὸν θεὸν ὄντι. ἡ δὲ σὰρξ οὐχ ἡ αὐτὴ τῇ θεότητι πρὶν μεταποιηθῆναι καὶ ταύτην πρὸς τὴν θεότητα, ὡς ἐξ ἀνάγκης ἄλλα μὲν ἐφαρμόζειν τῷ θεῷ 3.3.63 λόγῳ, ἕτερα δὲ τῇ τοῦ δούλου μορφῇ. εἰ οὖν ἐκεῖνος οὐκ ἐγκαλεῖ αὑτῷ διὰ τῆς τοιαύτης ὁμολογίας [διὰ] τὴν τῶν λόγων δυάδα, πῶς ἡμεῖς πρὸς δύο Χριστοὺς διαμερίζειν τὴν πίστιν διαβαλλόμεθα, οἱ τὸν ἐκ τοῦ πάθους ὑπερυψω θέντα τοῦτον κύριόν τε καὶ Χριστὸν γεγενῆσθαι λέγοντες διὰ τῆς πρὸς τὸν ὄντως κύριον καὶ Χριστὸν ἑνώσεως, εἰδότες δι' ὧν μεμαθήκαμεν, ὅτι ἡ μὲν θεία φύσις ἀεὶ μία καὶ ἡ αὐτὴ καὶ ὡσαύτως ἔχουσα, ἡ δὲ σὰρξ καθ' ἑαυτὴν μέν ἐστι τοῦτο ὅπερ καταλαμβάνει περὶ αὐτῆς ὁ λόγος τε καὶ ἡ αἴσθησις, ἀνακραθεῖσα δὲ πρὸς τὸ θεῖον οὐκέτι ἐν τοῖς ἑαυτῆς ὅροις τε καὶ ἰδιώμασι μένει, ἀλλὰ πρὸς τὸ ἐπι κρατοῦν τε καὶ ὑπερέχον ἀναλαμβάνεται, διαμένει δὲ ἀσύγ χυτος τῶν τε τῆς σαρκὸς καὶ τῶν τῆς θεότητος ἰδιωμάτων ἡ θεωρία, ἕως ἂν ἐφ' ἑαυτοῦ θεωρῆται τούτων ἑκάτερον. 3.3.64 οἷόν τι λέγω· ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρόνων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι ἢ ταύτην προαιώνιον εἶναι ἢ ἐν τοῖς ἐσχάτοις γε γενῆσθαι τὸν λόγον· ἡ σὰρξ παθητικῆς ἐστι φύσεως, ἐν εργητικῆς δὲ ὁ λόγος, καὶ οὔτε αὐτὴ δημιουργικὴ τῶν ὄντων οὔτε ἡ θεότης παθητικὴν ἔχει τὴν δύναμιν· ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὁ λόγος, ἐν τῇ τοῦ θανάτου πείρᾳ ὁ ἄνθρωπος, καὶ οὔτε ἐξ ἀϊδίου τὸ ἀνθρώπινον οὔτε θνητὸν 3.3.65 τὸ θεῖον. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν θεωρεῖται τρόπον· οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία, ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς· οὔτε τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία οὔτε τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑπο στήσας τῷ λόγῳ; τί τὸ τῆς δόξης ἀπαύγασμα, τί τὸ τοῖς 3.3.66 ἥλοις διαπειρόμενον; ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπί ζεται καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; φανερὰ γὰρ ταῦτα κἂν μή τις ἐφερμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν πληγαὶ τοῦ δούλου ἐν ᾧ ὁ δεσπότης, αἱ δὲ τιμαὶ τοῦ δεσπότου περὶ ὃν ὁ δοῦλος· ὡς διὰ τὴν συνάφειάν τε καὶ συμφυΐαν κοινὰ γίνεσθαι τὰ ἑκατέρας ἀμφότερα, τοῦ τε δεσπότου τοὺς δου λικοὺς μώλωπας εἰς ἑαυτὸν ἀναλαμβάνοντος καὶ τοῦ δούλου τῇ δεσποτικῇ δοξαζομένου τιμῇ· διὰ τοῦτο γὰρ καὶ τοῦ κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται καὶ