313
πᾶσα γλῶσσα ἐξομολογεῖται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. 3.3.67 Εἰ δὲ χρὴ καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν διελεῖν τρό πον, σκεψώμεθα τί τὸ ἀποθνῆσκον καὶ τί τὸ καταλύον τὸν θάνατον, τί τὸ ἀνακαινούμενον καὶ τί τὸ κενούμενον. κε νοῦται μὲν γὰρ ἡ θεότης, ἵνα χωρητὴ τῇ ἀνθρωπίνῃ φύσει γένηται, ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον, διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον. ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρυτέρων συγκατασπασθὲν ἐναποληφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ' ἐπὶ τὸ συγγενὲς ἀνατρέχει, τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύ ματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφα νείᾳ τῷ ἀερώδει κύκλῳ περικυρτούμενον, οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδραμούσης καὶ ἡ περὶ αὐτὴν σὰρξ συνεπήρθη, ὑπὸ τῆς θεϊκῆς ἀθανασίας ἀπὸ τῆς φθορᾶς συνανωσθεῖσα 3.3.68 ἐπὶ τὸ ἄφθαρτον. καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἐντὸς πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον λανθάνει τῶν ὁρών των ἢ καὶ τῶν ἁπτομένων τὴν αἴσθησιν, ἀναζωπυρούμενον δὲ φανεροῦται, οὕτως καὶ ἐν τῷ θανάτῳ ὢν πεποίηται κατ' ἐξουσίαν ὁ διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ὁ εἰπὼν πρὸς τὸν ἴδιον πατέρα ὅτι Ἐν ταῖς χερσί σου παρατίθεμαι τὸ πνεῦμά μου, ὁ καθώς φησιν ἐξουσίαν ἔχων θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχων πάλιν λαβεῖν αὐτήν· οὗτος ὁ τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας διὰ τὸ εἶναι τῆς δόξης κύριος, οἱονεὶ συγκαλύψας τὸ τῆς ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος ἐν τῇ κατὰ τὸν θάνατον οἰκονομίᾳ πάλιν ἀνῆψέ τε καὶ ἀνεζωπύρησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας καὶ οὕτως τῷ ἀπείρῳ τῆς θεϊκῆς δυνάμεως τὴν βραχεῖαν ἐκείνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀναχέας, ὅπερ αὐτὸς ἦν, τοῦτο κἀκεῖνο ἐποίησε, τὴν δου λικὴν μορφὴν κύριον καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστὸν καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύ ναμιν καὶ πάντα, ὅσα ἐν τῷ θεῷ λόγῳ κατὰ τὸ εὐσεβὲς θεωρεῖται, καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ λόγου ποιήσας· ὡς μὴ κατά τινα διαίρεσιν ἰδιαζόντως ἐφ' ἑκατέρου ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ θεῖον ἀνακράσει κατὰ τὸ ἐπικρατοῦν ἀναποιηθεῖσαν τὴν ἐπίκηρον φύσιν μεταλαβεῖν τὴν τῆς θεότητος δύναμιν, ὡς εἴ τις λέγοι ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει θάλασσαν ἡ μίξις ἐποίησε τῷ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὑγροῦ 3.3.69 τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπικρατοῦντος συμμένειν. οὗτος ὁ ἡμέτερος λόγος, οὐκ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ ὁ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον πρε σβεύων, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τὴν τοῦ δούλου πρὸς τὸν κύριον καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην καὶ τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν 20ποίη σιν20 ὀνομάζων. τίς οὖν ἔτι τοῖς συκοφάνταις ὑπολείπεται λόγος, ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι κηρυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ πατρὸς ὄντα κύριον καὶ Χριστὸν καὶ λόγον καὶ θεὸν οὐ λέγομεν 20πεποιῆσθαι20, τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διοριζόμεθα κατὰ τὴν προ αποδεδειγμένην διάνοιαν, ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἐνοικήσαντος δύναμιν ἐκεῖνο γέγονεν, ὅπερ ὁ ἐνοικήσας ἐστί τε καὶ ὀνομάζεται, ὀνομάζεται δὲ Χριστὸς καὶ κύριος, καθὼς εἰρήκαμεν; 3.4.1 Ἀλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης· ἐπαναληπτέον δὲ τὴν ἀκολουθίαν τῶν ἐγκλημάτων, ὡς ἂν μηδὲν τῶν ἐπενεχθέντων ἡμῖν ἀναπο λόγητον παραδράμοιμεν. καὶ πρῶτον εἰ δοκεῖ τοῦτο σκε ψώμεθα, ὅπως ἡμᾶς αἰτιᾶται κοινὸν ἄνθρωπον τὴν τοῦ παντὸς σωτηρίαν ἐνηργηκέναι λέγειν. τοῦτο γὰρ εἰ καὶ διὰ τῶν ἐξητασμένων μετρίως ἤδη προαποδέδεικται, ἀλλ' ὡς ἂν διὰ πάντων ἐκκαθαρθείη τῶν ἐκ διαβολῆς κρινόν 3.4.2 των ἡμᾶς ἡ ὑπόληψις, ἐν ὀλίγῳ πάλιν διαληψόμεθα. ἡμεῖς τοσοῦτον ἀπέχομεν εἰς κοινὸν ἄνθρωπον τῆς μεγάλης