314
καὶ ὑπὲρ λόγον χάριτος τὴν αἰτίαν ἀνάγειν, ὥστε κἂν εἰς Πέ τρον καὶ Παῦλον ἢ εἰς οὐράνιον ἄγγελον ἀναφέρῃ τις τὴν τοιαύτην εὐεργεσίαν, ἀνάθεμα λέγειν τοῦτον κατὰ τὸν Παύ λου νόμον. οὔτε γὰρ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν οὔτε εἰς ἀνθρώπινον ἐβαπτίσθημεν ὄνομα. οὐ μὴν ἐπειδὴ κρείττω τῆς ἀνθρωπίνης φύσεως εἶναι τὴν σωτήριον τοῦ Χριστοῦ δύναμιν ὁμολογοῦμεν, ἤδη τὸ δόγμα τῶν ὑπεναντίων τὸ κατὰ 3.4.3 τῆς ἀληθείας κρατύνεται. τοῖς μὲν γὰρ σκοπός ἐστι διὰ πάντων κατασκευάσαι τὴν τῆς οὐσίας τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ἀλλοτρίωσιν, καὶ οὐ μόνον τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολῇ, ἀλλὰ καὶ τῇ τοῦ παθητοῦ πρὸς τὸ ἀπαθὲς ἀντιθέσει τὸ κατ' οὐσίαν ἀνόμοιον ἀπο δεικνύειν σπουδάζουσι. καὶ τοῦτο γυμνότερον μὲν ἐν τοῖς τελευταίοις τοῦ λόγου κατασκευάζεται, φανερὸν δὲ καὶ 3.4.4 διὰ τῶν νῦν λεγομένων οὐχ ἧττόν ἐστιν. εἰ γὰρ αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βούλεται πάντως αὐτὴν τῷ πάθει ὑπαγαγεῖν τὴν θεότητα. διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον εἴτε τὸ ἀνθρώπινον ἐν πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατη γορία κατασκευὴ πάντως τοῦ λειπομένου γίνεται. εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα, τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία 3.4.5 τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίνεται. εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάσσεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος κατὰ τὴν οὐσίαν ἀλλο τρίως ἔχει. ἐπειδὴ τοίνυν βραχὺ μὲν ὅσον ἐν τῇ περι γραφῇ τῶν ῥημάτων ἐστὶ τὸ λεγόμενον, πάσης δὲ τῆς περὶ τὸ δόγμα κακίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις παρέχεται, δίκαιον ἂν εἴη τοὺς ἐντυγχάνοντας μὴ τὸ σύντομον τῆς 3.4.6 ἀποκρίσεως, ἀλλὰ τὸ ἀσφαλὲς ἀπαιτεῖν. ἡμεῖς τοίνυν οὔτε ἀνθρώπῳ τὴν σωτηρίαν ἑαυτῶν ἀνατίθεμεν οὔτε τὴν ἀκή ρατον καὶ θείαν φύσιν ἐμπαθῆ καὶ ἐπίκηρον εἶναι κατα δεχόμεθα, ἀλλ' ἐπειδὴ χρὴ πάντως πιστεύειν ταῖς θείαις φωναῖς, αἳ θεὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον κηρύσσουσι, μετὰ ταῦτα δὲ τὸν λόγον σάρκα γενόμενον ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, τὰ πρόσφορα τῆς 3.4.7 θείας φωνῆς νοήματα τῇ πίστει δεχόμεθα. ὅταν μὲν γὰρ ἀκούωμεν ὅτι φῶς ἐστι καὶ δύναμις καὶ δικαιοσύνη καὶ ζωὴ καὶ ἀλήθεια καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, πάντα ταῦτα καὶ τὰ τοιαῦτα πιστὰ ποιούμεθα εἰς τὸν λόγον [τὸν θεὸν] ἀναφέροντες, ὅταν δὲ λύπην καὶ ὕπνον καὶ ἔνδειαν καὶ ταραχὴν καὶ δεσμὰ καὶ ἥλους καὶ λόγχην καὶ αἷμα καὶ τραύματα καὶ ταφὴν καὶ μνημεῖον καὶ ὅσα ἄλλα τοιαῦτα, κἂν ὑπεναντίως ἔχῃ τοῖς προαποδεδομένοις, οὐδὲν ἧττον πιστά τε καὶ ἀληθῆ εἶναι δεχόμεθα πρὸς τὴν σάρκα βλέ ποντες, ἣν τῇ πίστει μετὰ τοῦ λόγου παρεδεξάμεθα. ὡς γὰρ οὐκ ἔστι τὰ τῆς σαρκὸς ἰδιώματα τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι λόγῳ, οὕτως αὖ πάλιν οὐδὲ τὰ τῆς θεότητος 3.4.8 ἴδια ἐν τῇ τῆς σαρκὸς φύσει κατανοῆσαι. διὸ μεμιγμένης τῆς εὐαγγελικῆς περὶ τοῦ κυρίου διδασκαλίας διά τε τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν καὶ διὰ τῶν ταπεινῶν τε καὶ ἀνθρωπίνων ἑκάτερον τῶν νοημάτων ἑκατέρῳ τῶν ἐν τῷ μυστηρίῳ νοουμένων καταλλήλως ἁρμόζομεν, τὸ μὲν ἀν θρώπινον τῷ ἀνθρωπίνῳ τὸ δὲ ὑψηλὸν τῇ θεότητι, καί φαμεν ὅτι, καθὸ θεὸς ὁ υἱός, ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκή ρατος, εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τὸ 3.4.9 τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν· κἂν τὸν ἀπόστολον εἰς συνηγορίαν τινὲς τοῦ ἐναντίου καθέλκωσι δόγματος λέγοντα ὅτι τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψεν καὶ ὅσα τοιαῦτα πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ, οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα, αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τού 3.4.10 του