315
σαφηνίσαντος ἡμῖν μυστήριον. πανταχοῦ γὰρ τῷ ἀν θρωπίνῳ μέρει τοῦ Χριστοῦ τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ λέγων Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἐν τῇ σαρκὶ γάρ φησιν, οὐκ ἐν τῇ θεότητι· καὶ Ἐσταυρώθη ἐξ ἀσθενείας (τὴν σάρκα διὰ τῆς ἀσθενείας σημαίνων), ζῇ δὲ ἐκ δυνάμεως (τὸ θεῖον διὰ τῆς δυνάμεως ἐνδεικνύμενος), καὶ Ἀπέθανε τῇ ἁμαρτίᾳ (τουτέστιν τῷ σώματι), ζῇ δὲ τῷ θεῷ (τουτέστι τῇ θεότητι)· ὥστε διὰ τούτων κατασκευάζεσθαι ὅτι ὁ μὲν ἄνθρωπος τοῦ θανάτου ἐγεύσατο, ἡ δὲ ἀθάνατος φύσις τὸ κατὰ θάνατον οὐ παρεδέξατο πάθος, καὶ Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησε, πάλιν ἁμαρτίαν 3.4.11 ὀνομάζων τὴν σάρκα. τοῦτο δὲ κἂν ἐκ παρόδου λέγω μεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύ ριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, καὶ πάλιν τοῦ ἀπο στόλου Παύλου πρὸς Ἑβραίους ὅτι ἱερέα ἐποίησεν, ἁρ πάζει τὴν Ἐποίησε φωνὴν ὁ Εὐνόμιος ὡς ἐνδεικτικὴν τῆς προαιωνίου ὑπάρξεως καὶ διὰ τούτου 20ποίημα20 εἶναι τὸν κύριον κατασκευάζειν οἴεται δεῖν. ἀκουσάτω τοίνυν τοῦ Παύλου λέγοντος ὅτι Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν 3.4.12 ἁμαρτίαν ἐποίησεν. εἰ τὸ Ἐποίησεν ἐπὶ τοῦ κυρίου ἔκ τε τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ ἐκ τῆς Πέτρου φωνῆς εἰς τὸ προαιώνιον ἀναπέμπει νόημα, καλῶς ἂν ἔχοι καὶ τὴν ἐνταῦθα φωνήν, ἥ φησιν ὅτι ἁμαρτίαν αὐτὸν ὁ θεὸς "1ἐποίησεν"2, εἰς τὴν πρώτην τῆς οὐσίας ἀνάγειν ὑπόστασιν καὶ διὰ τοῦτο 20πεποιῆσθαι20 αὐτὸν καθ' ὁμοιότητα τῶν ἄλλων μαρτυριῶν ἀποδεικνύειν πειρᾶσθαι, ἵνα τὴν Ἐποίησεν λέξιν εἰς τὴν οὐσίαν ἀνενέγκοι, ἀκολούθως ἑαυτῷ ποιῶν, καὶ τὴν ἁμαρτίαν ἐν τῇ οὐσίᾳ βλέποι. εἰ δὲ τοῦτο διὰ τὸ περιφανὲς τῆς ἀτοπίας αἰσχύνοιτο καὶ τὴν ἐπ' ἐσχάτων οἰκονομίαν διὰ τοῦ εἰπεῖν Ἁμαρτίαν ἐποίησεν ἐνδείκνυσθαι τὸν ἀπό στολον λέγοι, πεισάτω ἑαυτὸν διὰ τῆς αὐτῆς ἀκολουθίας κἀκεῖ τὸ Ἐποίησε πρὸς τὴν οἰκονομίαν βλέπειν. 3.4.13 Ἀλλ' ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν. μυρία γὰρ πρὸς τούτοις ἄλλα δυνατόν ἐστιν ἐκ τῆς αὐτῆς γραφῆς πρὸς τὸν σκοπὸν ἀναλέξασθαι. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον ἀπόστολον καθ' ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων ὅτι πρὸς ἓν αὐτῷ βλέπει δι' ἀκριβείας ὁ λόγος. καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις· πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων οὐδὲν ἧττον ἐν ἑκατέρῳ τὸ ἴδιον καθορᾷ, ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συνα 3.4.14 φείᾳ τῆς φύσεως. ὅταν οὖν λέγῃ ὅτι Τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, τὸν ἀληθινὸν υἱὸν ἀντιδιαστέλλει τοῖς ἄλλοις υἱοῖς τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι, τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν, τῇ τοῦ ἰδίου προσθήκῃ τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι' ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον καὶ θεὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώ 3.4.15 πινον ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς οὖν ἐπινοίας διαι ρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενόν τε καὶ ὑπερέχον πάντα νοῦν κηρύσσῃ, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνο μάτων, ἐπὶ πάντων θεὸν καὶ μέγαν θεὸν καὶ δύναμιν θεοῦ καὶ σοφίαν καὶ τὰ τοιαῦτα καλῶν· πᾶσαν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν ὑπογράφων τῷ λόγῳ ἐκ τοῦ ἡμετέ ρου κατονομάζει τὸ συναμφότερον, ἄνθρωπον αὐτὸν προσ αγορεύων, οὐ κοινοποιῶν