316
πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸ δηλούμενον, ἀλλ' ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι, τοῦ τε ἀνθρωπίνου διὰ τῆς ἀναλήψεως δοξα ζομένου καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνο μένου, ἀλλὰ διδόντος μὲν τοῖς παθήμασιν τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ 3.4.16 τῆς θείας δυνάμεως. καὶ οὕτως οὔτε ἡ τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν, καὶ τὰ ὑψηλά τε καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον κατα βαίνει, ὡς καὶ κύριον τῆς δόξης τὸν ἐπὶ τοῦ σταυροῦ φα νέντα κατονομάζεσθαι, τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ τα πεινὸν ἀνακράσει καὶ τῆς τῶν ὀνομάτων χάριτος ἐκ τοῦ 3.4.17 θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης. διὰ τοῦτο ποι κίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι, νῦν μὲν τὸν ἐξ οὐρανῶν κατελθόντα, νῦν δὲ τὸν ἐκ γυναικὸς γεννηθέντα, καὶ θεὸν προαιώνιον καὶ ἐπ' ἐσχάτων ἡμερῶν ἄνθρωπον· οὕτως καὶ ἀπαθὴς ὁ μονογενὴς θεὸς καὶ παθητὸς ὁ Χρι στὸς εἶναι πιστεύεται, καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοή μασιν ἐφαρμόζων. εἰ οὖν ταῦτα φρονεῖν ἐκ τῆς θεοπνεύστου διδασκαλίας ἐμάθομεν, πῶς ἀνθρώπῳ κοινῷ τὴν αἰτίαν τῆς σωτηρίας ἡμῶν ἀνατίθεμεν; εἰ δὲ [τὴν] τοῦ μακαρίου Πέ τρου τὴν Ἐποίησεν φωνὴν οὐκ εἰς τὸ προαιώνιον τῆς ὑπο στάσεως, ἀλλ' εἰς τὸ πρόσφατον τῆς οἰκονομίας βλέπειν 3.4.18 διοριζόμεθα, τί τοῦτο κοινωνεῖ τῷ ἐγκλήματι; ὁ γὰρ μέγας οὗτος ἀπόστολος τὸ περὶ τὴν τοῦ δούλου μορφὴν ὁρώμενον ἐκεῖνο διὰ τῆς ἀναλήψεως "1πεποιῆσθαι"2 φησιν, ὅπερ ὁ ἀνα λαβὼν κατὰ τὴν ἑαυτοῦ φύσιν ἦν. καὶ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὸ ἴσον ἔστι παρὰ τοῦ Παύλου μαθεῖν, λέγοντος ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ τοῦ θεοῦ γεγενῆσθαι, πιστὸν ὄντα τῷ "1ποιήσαντι"2 αὐτόν. κἀκεῖ γὰρ τὸν τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς Ἐποίησεν λέξεως ἀπαγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομα 3.4.19 ζομένην χάριν παραστῆσαι θέλων φησὶ τὸ Ἐποίησεν. Ἰη-σοῦς γάρ, καθώς φησι Ζαχαρίας, ὁ ἀρχιερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνόν, τουτέστι τὸ ἴδιον σῶμα, ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ὁ διὰ τὰ παιδία τὰ κεκοινωνηκότα σαρκός τε καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετα σχὼν τοῦ αἵματος, οὐ καθὸ ἐν ἀρχῇ ἦν, λόγος ὢν καὶ θεὸς καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴσα θεῷ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ προσ ήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὕτως ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ. οἶδε δὲ πάντως τὸ περὶ τούτου μυστήριον ὁ μὴ παρέργως 3.4.20 τῷ πρὸς Ἑβραίους καθομιλήσας λόγῳ. ὁμοίως οὖν ἐνταῦθά τε ἱερεὺς καὶ ἀπόστολος κἀκεῖ κύριος καὶ Χριστὸς "1πεποι ῆσθαι"2 λέγεται, τὸ μὲν ὡς πρὸς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, τὸ δὲ διὰ τὴν πρὸς τὸ θεῖον τοῦ ἀνθρωπίνου μεταβολήν τε καὶ μεταποίησιν. ποίησιν γὰρ ὁ ἀπόστολος λέγει τὴν μεταποίησιν. οὐκοῦν πρόδηλος ἡ συκοφαντία τῶν ἐναντίων τὰ τῆς οἰκονομίας ῥήματα εἰς τὴν προαιώνιον ὑπόστασιν ἐπηρεαστικῶς ἁρπαζόντων. οὐδὲ γὰρ ὁμοίως ἐμάθομεν παρὰ τοῦ ἀποστόλου γινώσκειν Χριστὸν νῦν τε καὶ πρότερον, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Εἰ καὶ ἐγνώκαμέν ποτε κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ὡς ἐκείνης μὲν τῆς γνώσεως τὴν πρόσκαιρον οἰκονομίαν δη λούσης, ταύτης δὲ τὴν ἀΐδιον ὕπαρξιν. οὐκοῦν μετρίως ἡμῖν ὁ λόγος ὑπὲρ τῶν ἐγκλημάτων ἀπολελόγηται τὸ μήτε δύο νομίζειν Χριστοὺς ἢ κυρίους μήτε ἐπαισχύνεσθαι τῷ σταυρῷ μήτε κοινὸν ἄνθρωπον ὑπὲρ τοῦ κόσμου πεπονθέναι δοξάζειν μήτε μὴν τὸ Ἐποίησεν εἰς τὴν τῆς οὐσίας κατα 3.4.21 σκευὴν οἴεσθαι φέρειν. τῆς δὲ τοιαύτης ἡμῶν ὑπολήψεως οὐ μικρὰν ἔχει παρ' αὐτοῦ τοῦ κατηγόρου τὴν συμμαχίαν ὁ λόγος, ἐν οἷς μεταξὺ καταφορικῶς ἡμῖν ἐπελαύνων τὴν γλῶσσαν καὶ τοῦτο προφέρει ὅτι· 20ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναφέρει