317
Βασίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλήματι τῶν ἀποστόλων ἑαυτὸν ἐπιστήσας οὔτε τῶν οἰ κείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγο νέναι κύριον, ἢ μαχομένοις μαχόμενα συν άπτει20. οὗτος γὰρ καὶ ὁ ἡμέτερος λόγος ὅν φησι καὶ ὁ Εὐνόμιος, ὁ τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγο 3.4.22 νέναι κύριον λέγων. ὢν γὰρ ὅπερ ἦν, καὶ θεὸς καὶ λόγος καὶ ζωὴ καὶ φῶς χάρις τε καὶ ἀλήθεια καὶ κύριος καὶ Χριστὸς καὶ πᾶν ὑψηλόν τε καὶ θεῖον ὄνομα, ἐν τῷ προσ ληφθέντι ἀνθρώπῳ, ὃς οὐδὲν τούτων ἦν, τά τε ἄλλα ἐγέ νετο, ὅσα ὁ λόγος ἦν, καὶ μετὰ τῶν ἄλλων καὶ Χριστὸς καὶ κύριος κατά τε τὴν διδασκαλίαν Πέτρου καὶ κατὰ τὴν ὁμολογίαν τοῦ Εὐνομίου, οὐχὶ τῆς θεότητος κατὰ προκοπήν τι προσλαμβανούσης, ἀλλὰ τῇ φύσει τῇ θείᾳ πάσης ὑψηλῆς ἀξίας ἐνθεωρουμένης· οὕτω γίνεται καὶ κύριος καὶ Χρι στός, οὐ τῇ θεότητι ἐπὶ τὴν τῆς χάριτος προσθήκην ἐρχό μενος (ἀνελλιπὴς γὰρ ἀγαθοῦ παντὸς ἡ τῆς θεότητος ὡμο λόγηται φύσις), ἀλλὰ τὸ ἀνθρώπινον εἰς τὴν τῆς θεότητος μετουσίαν ἄγων, ἣ διὰ τοῦ Χριστοῦ τε καὶ τοῦ κυρίου ση μαίνεται. 3.4.23 Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ' ἐπὶ διαβολῇ τοῦ καθ' ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς διὰ τῶν εἰρημένων ἐξήτασται, δι' ὧν ἀποδέδεικται τὴν ἑαυτοῦ βλα σφημίαν τῷ ἡμετέρῳ δόγματι προστριβόμενος. οὐ γὰρ ὁ τὴν ἄτρεπτον φύσιν ὁμολογῶν ὑποδῦναι τὴν κτιστὴν καὶ ἐπίκηρον τὴν ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον μεταχώρησιν λέγει, ἀλλ' ὁ μηδεμίαν μετάστασιν ἀπὸ τοῦ μεγαλείου τῆς φύσεως ἐπὶ τὸ ταπεινότερον ἐννοῶν. εἰ γὰρ κτιστὸς μὲν ἐκεῖνος κατὰ τὸν λόγον αὐτῶν, κτιστὸς δὲ ὁ ἄνθρωπος, διεκλάπη πάντως τὸ θαῦμα τοῦ λόγου καὶ παράδοξον ἐν τοῖς λεγομένοις ἔστιν οὐδέν, τῆς κτίσεως αὐτῆς ἐν ἑαυτῇ 3.4.24 γενομένης. ἀλλ' ἡμεῖς μεμαθηκότες παρὰ τῆς προφητείας τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου- δεξιὰν δὲ τοῦ πατρὸς τὴν τοῦ θεοῦ λέγομεν δύναμιν τὴν ποιητικὴν τοῦ παντός, ἥτις ἐστὶν ὁ κύριος, οὐχ ὡς μέρος ἐξηρτημένη τοῦ ὅλου, ἀλλ' ὡς ἐξ ἐκείνου μὲν οὖσα, ἐφ' ἑαυτῆς δὲ κατ' ἰδίαν ὑπόστασιν θεωρουμένη-τοῦτό φαμεν ὅτι οὔτε ἡ δεξιὰ κατὰ τὸν λόγον τῆς φύσεως ἐκείνου παρήλλακται, οὗ ἐστι δεξιά, οὔτε ἀλλοίωσις αὐτῆς ἄλλη τις παρὰ τὴν τῆς σαρκὸς οἰκονομίαν λέγεσθαι δύναται. ἦν γὰρ ὡς ἀληθῶς ἡ δεξιὰ τοῦ θεοῦ αὐτὸς ὁ ἐν σαρκὶ φανερωθεὶς θεός, δι' αὐτῆς τῆς σαρκὸς τοῖς διορατικοῖς καθορώμενος, καθὸ μὲν ἐποίει τὰ ἔργα τοῦ πατρός, δεξιὰ τοῦ θεοῦ καὶ ὢν καὶ νοούμενος, ἐν ᾧ δὲ περιείχετο τῷ τῆς σαρκὸς προ καλύμματι κατὰ τὸ βλεπόμενον, ἀλλοῖος παρ' ὃ τῇ φύσει 3.4.25 ἦν θεωρούμενος. διὰ τοῦτο πρὸς Φίλιππον λέγει τὸν πρὸς μόνον τὸ ἀλλοιωθὲν ἀτενίζοντα ὅτι βλέπε διὰ τοῦ ἀλλοιω θέντος τὸ ἀναλλοίωτον, κἂν τοῦτο ἴδῃς, αὐτὸν τὸν πατέρα, ὃν ζητεῖς ἰδεῖν, ἑωρακὼς ἔσῃ· ὁ γὰρ ἑωρακὼς ἐμέ, οὐ τὸν ἐν τῇ ἀλλοιώσει φαινόμενον, ἀλλὰ τὸν ἀληθῶς ἐμὲ τὸν ἐν τῷ πατρὶ ὄντα, αὐτὸν ἐκεῖνον ἑωρακὼς ἔσται τὸν ἐν ᾧ εἰμι, τῷ τὸν αὐτὸν χαρακτῆρα τῆς θεότητος ἐπ' ἀμφοῖν καθορᾶσθαι. τὴν οὖν ἀκήρατον καὶ ἀπαθῆ καὶ ἄκτιστον φύσιν ἐν τῷ παθητῷ τῆς κτίσεως γεγενῆσθαι πιστεύοντες καὶ ἐν τούτῳ νοοῦντες τὴν ἀλλοίωσιν, πῶς 20αὐτὸν εἰς ἑαυτὸν κεκενῶσθαι20 λέγειν κατηγορούμεθα παρὰ τῶν τὸν ἴδιον λόγον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλούντων; 3.4.26 τοῦ γὰρ κτιστοῦ πρὸς τὸ κτιστὸν ἡ κοινωνία οὐδεμία δεξιᾶς ἐστιν ἀλλοίωσις. κτιστὴν γὰρ <τὴν> δεξιὰν τῆς ἀκτίστου φύσεως λέγειν Εὐνομίου μόνου καὶ τῶν τὰ ὅμοια τούτῳ φρονούντων ἐστίν. ὁ γὰρ ὀφθαλμὸν ἔχων πρὸς τὴν ἀλή θειαν βλέποντα οἷον τὸν ὕψιστον ὁρᾷ, τοιαύτην καὶ τὴν δεξιὰν τοῦ ὑψίστου κατόψεται, ἄκτιστον ἀκτίστου, ἀγαθοῦ ἀγαθήν, ἀϊδίου ἀΐδιον, μηδὲν τὴν ἀϊδιότητα τοῦ γεννητῶς εἶναι αὐτὴν ἐν τῷ πατρὶ καταβλάπτοντος· ὥστε λέληθεν ἑαυτὸν ὁ κατήγορος τοῖς ἰδίοις ὀνείδεσι καθ' ἡμῶν χρώμενος. 3.4.27 Πρὸς δὲ τοὺς τῷ πάθει προσπταίοντας καὶ διὰ τούτου κατασκευάζοντας τὴν τῶν οὐσιῶν ἑτερότητα, ὡς τοῦ πα τρὸς μὲν διὰ τὸ ὑπερέχον