318
τῆς φύσεως οὐ παραδεχομένου τὸ πάθος, τοῦ υἱοῦ δὲ διὰ τὸ καταδεὲς καὶ παρηλλαγμένον πρὸς τὴν τῶν παθημάτων κοινωνίαν συγκατιόντος, ταῦτα προσθεῖναι βούλομαι τοῖς εἰρημένοις, ὅτι οὐδὲν κατὰ ἀλή θειαν πάθος ἐστίν, ὃ μὴ εἰς ἁμαρτίαν φέρει, οὐδὲ κυρίως ἄν τις τὸν ἀναγκαῖον τῆς φύσεως εἱρμὸν πάθος λέγοι, βλέ πων ὁδῷ προϊοῦσαν ἐν τάξει τινὶ καὶ ἀκολουθίᾳ τὴν σύν θετον φύσιν. ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων πρὸς ἄλληλα συνδρομὴ κατὰ τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν σύν 3.4.28 θεσίς τίς ἐστι διὰ πλειόνων ἀνομοίων ἁρμοζομένη. ἐκλυ θείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν τῶν στοιχείων συνδρομὴν ἁρμονίας πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκεν ἀναλύεται. ἔργον οὖν ἐστι τοῦτο μᾶλλον καὶ οὐχὶ πάθος τῆς φύσεως. μόνον γὰρ τὸ ἐξ ἐναντίου τῇ κατὰ τὴν ἀρετὴν ἀπαθείᾳ νοούμενον κυρίως προσαγο ρεύομεν πάθος, οὐ καὶ ἐν τῇ κοινωνίᾳ τῆς ἡμετέρας φύ σεως ἀμέτοχον διαμεῖναι τὸν τὴν σωτηρίαν ἡμῖν χαριζό μενον πεπιστεύκαμεν, τὸν Πεπειραμένον κατὰ πάντα καθ' 3.4.29 ὁμοιότητα χωρὶς ἁμαρτίας. τοῦ μὲν οὖν κατὰ ἀλήθειαν πάθους, ὃ προαιρέσεώς ἐστι νόσος, οὐκ ἐκοινώνησεν. Ἁμαρ τίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· τῶν δὲ τῆς φύσεως ἡμῶν ἰδιωμάτων, ἃ διά τινος συνηθείας καὶ καταχρήσεως ὁμωνύμως λέγεται πάθη, τούτων μετασχεῖν ὁμολογοῦμεν τὸν κύριον, γεννήσεως καὶ τροφῆς καὶ αὐξήσεως ὕπνου τε καὶ κόπου καὶ ὅσα πρὸς τὰς σωματικὰς ἀχθηδόνας ἡ ψυχὴ φυσικῶς συνδια τίθεσθαι πέφυκε, τὴν τοῦ ἐνδέοντος ἔφεσιν ἐκ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τῆς ὀρέξεως διατεινούσης, καὶ λύπης αἴσθησιν καὶ δειλίαν πρὸς θάνατον καὶ ὅσα τοιαῦτα, πλὴν 3.4.30 εἰ μή τι πρὸς ἁμαρτίας ἀκολουθίαν φέρει. ὥσπερ τοίνυν τὴν διὰ πάντων αὐτοῦ διήκουσαν δύναμιν κατανοοῦντες ἐν οὐρανῷ τε καὶ ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ εἴ τι ἐπου ράνιον καὶ εἴ τι καταχθόνιον, πανταχοῦ μὲν καὶ διὰ πάν των αὐτὸν εἶναι πιστεύομεν, οὐδὲν δὲ τούτων τῶν ἐν οἷς ἐστιν ἐκεῖνον εἶναί φαμεν (οὐ γὰρ οὐρανός ἐστιν ὁ διειλη φὼς αὐτὸν τῇ περικρατητικῇ τοῦ παντὸς σπιθαμῇ οὐδὲ γῆ ὁ κατέχων τὸν γῦρον τῆς γῆς οὐδὲ ὕδωρ πάλιν ὁ τὴν ὑγρὰν περιέχων φύσιν), οὕτως οὐδὲ διὰ τῶν λεγομένων τῆς σαρκὸς παθημάτων ἐλθόντα ἐμπαθῆ αὐτὸν εἶναί φαμεν, ἀλλ' ὡς τῶν ὄντων αἴτιον καὶ τοῦ παντὸς περιδεδραγμένον καὶ τῇ ἀφράστῳ δυνάμει τῆς ἰδίας μεγαλειότητος πᾶν τό τε κινούμενον οἰακίζοντα καὶ τὸ ἑστὼς ἐν παγίᾳ συντη ροῦντα τῇ βάσει, καὶ ἐν ἡμῖν γεγενῆσθαί φαμεν ἐπὶ θερα πείᾳ τῆς κατὰ τὴν ἁμαρτίαν νόσου, καταλλήλως τῷ πάθει τὴν ἐνέργειαν τῆς ἰατρικῆς ἁρμοσάμενον, ὡς ᾔδει συμφέρειν τῷ ἀρρωστοῦντι μέρει τῆς κτίσεως, οὕτως ἐπαγαγόντα τὴν 3.4.31 ἴασιν. συνέφερε δὲ τῇ ἐπαφῇ τὸ πάθος ἰάσασθαι· [οὕτω καὶ ἰασάμενον] οὐ μὴν ἐπειδὴ ἰατρεύει τὴν ἀρρωστίαν, διὰ τοῦτο καὶ αὐτὸς ἐμπαθὴς γεγενῆσθαι νομίζεται· οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον λέγειν ἡ συνήθεια δίδωσι. τὸν γὰρ θεραπευτικῶς ἁπτόμενον τοῦ νενοσηκότος οὐκ αὐτὸν μετέχειν τῆς ἀρρωστίας φαμέν, ἀλλὰ καὶ τῷ νοσοῦντι χα ρίζεσθαι τὴν εἰς ὑγίειαν ἐπάνοδον καὶ μὴ μετέχειν τῆς ἀρ ρωστίας φαμέν· οὐδὲ γὰρ ἐκείνου τὸ πάθος, ἀλλὰ τὸ ἔμ 3.4.32 παλιν ἐκεῖνος τοῦ ἀρρωστήματος ἅπτεται. εἰ οὖν ὁ διὰ τῆς τέχνης ἀγαθόν τι τοῖς σώμασιν ἐνεργῶν οὐχὶ νωθρός τε καὶ ἄρρωστος, ἀλλὰ φιλάνθρωπός τε καὶ εὐεργέτης καὶ ὅσα τοιαῦτα κατονομάζεται, τί ὡς ταπεινόν τε καὶ ἄδοξον τὴν περὶ ἡμᾶς οἰκονομίαν διαβάλλοντες διὰ ταύτης πρὸς τὸ χεῖρον παρηλλάχθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζουσιν, ὡς τῆς τοῦ πατρὸς μὲν φύσεως ἀνωτέρας τῶν παθημάτων οὔσης, τῆς δὲ τοῦ μονογενοῦς οὐ καθαρευούσης τοῦ πά θους; εἰ γὰρ ὁ σκοπὸς τῆς διὰ σαρκὸς οἰκονομίας οὐ τὸ ἐμπαθῆ γενέσθαι τὸν κύριον, ἀλλὰ τὸ φιλάνθρωπον ἐπι δειχθῆναι, φιλάνθρωπος δὲ καὶ ὁ πατὴρ εἶναι οὐκ ἀμφι βάλλεται, ἐν τοῖς αὐτοῖς ἐστιν ἄρα τῷ υἱῷ ὁ πατήρ, εἰ 3.4.33 πρὸς τὸν σκοπόν τις ἐθέλοι βλέπειν. εἰ δὲ οὐχ ὁ πατὴρ ἐνήργησε τὴν τοῦ θανάτου κατάλυσιν, θαυμάσῃς μηδέν. καὶ γὰρ καὶ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ αὐτὸς κρίνων οὐδένα, οὐ τῷ μὴ