319
δύνασθαι ἢ σῶσαι τὸν ἀπολόμενον ἢ κρῖναι τὸν ἁμαρτήσαντα διὰ τοῦ υἱοῦ ταῦτα ποιῶν, ἀλλὰ τῷ διὰ τῆς ἰδίας δυνάμεως, δι' ἧς τὰ πάντα ἐργάζεται, καὶ ταῦτα ποιεῖν· δύναμις δὲ τοῦ πατρός ἐστιν ὁ υἱός. οὐκοῦν οἱ διὰ τοῦ υἱοῦ σωθέντες τῇ δυνάμει τοῦ πατρὸς ἐσώθησαν, καὶ οἱ παρὰ τούτου κρινόμενοι τῇ δικαιοσύνῃ τοῦ θεοῦ τὴν 3.4.34 κρίσιν ὑπέχουσιν. Χριστὸς γάρ ἐστιν ἡ τοῦ θεοῦ δικαιοσύνη ἡ διὰ τοῦ εὐαγγελίου ἀποκαλυπτομένη, καθώς φησιν ὁ ἀπόστολος, κἂν εἰς τὸν κόσμον ἴδῃς ὅλον κἂν εἰς τὰ μέρη τοῦ κόσμου τὰ συμπληροῦντα τὸ ὅλον, πάντα ταῦτα τοῦ πατρός ἐστιν ἔργα, τῆς δυνάμεως αὐτοῦ ἔργα γενόμενα, καὶ οὕτως ἀληθεύει δι' ἀμφοτέρων ὁ λόγος καὶ πάντα τὸν πατέρα ἐργάζεσθαι λέγων καὶ χωρὶς τοῦ υἱοῦ γίνεσθαι τῶν ὄντων οὐδέν· ἡ γὰρ τῆς δυνάμεως ἐνέργεια εἰς τὸν οὗ ἐστιν ἡ δύναμις τὴν ἀναφορὰν ἔχει. ἐπεὶ οὖν δύναμις τοῦ πατρὸς ὁ υἱός, πάντα τὰ ἔργα τοῦ υἱοῦ τοῦ πατρός ἐστιν 3.4.35 ἔργα. ὅτι γὰρ οὐχὶ φύσεως ἀσθενείᾳ πρὸς τὴν τοῦ πά θους οἰκονομίαν, ἀλλ' ἐξουσίᾳ θελήματος ἔρχεται, μυρίας ἔστιν ἐκ τοῦ εὐαγγελίου παραθέσθαι φωνάς, ἃς παρήσω διὰ τὸ πρόδηλον, ὡς ἂν μὴ τοῖς ὁμολογουμένοις ἐνδιατρίβων ὁ λόγος μηκύνοιτο. εἰ μὲν οὖν κακὸν τὸ γενόμενον, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ κακοῦ χωριστέον· εἰ δὲ ἀγαθὸν ἡ σωτηρία τῶν ἀπολωλότων καὶ οὐ πάθος, ἀλλὰ φιλανθρωπία τὸ γεγενημένον ἐστί, τί ἀλλοτριοῖς τὸν πατέρα τῆς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν εὐχαριστίας, τὸν διὰ τῆς ἰδίας δυνάμεως, ἥτις ἐστὶν ὁ Χριστός, τὴν ἐκ τοῦ θα νάτου ἐλευθερίαν τοῖς ἀνθρώποις κατεργασάμενον; ἀλλ' ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύν τονον ἐκείνην καθ' ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν. 3.4.36 Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν ἡμᾶς ὡς ἐναντιουμένους τῇ φωνῇ Πέτρου· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυ ρώσατε, καὶ πολύς ἐστιν ἀγανακτῶν ἐπὶ τούτοις καὶ λοιδο ρούμενος καὶ κατασκευάζει γε δι' ὧν οἴεται διελέγχειν τὸν ἡμέτερον λόγον. ἴδωμεν τοίνυν τῶν ἐπιχειρημάτων τὴν δύναμιν. 20καὶ τίς20, φησίν, 20ὦ πάντων ὑμεῖς ῥᾳθυμό τατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμ βάνει δούλου20; οὐδεὶς τῶν νοῦν ἐχόντων, πρὸς αὐτὸν ἐροῦμεν ἡμεῖς, τὸ τοιοῦτον ἂν εἴποι, πλὴν εἰ μή τινες 3.4.37 καθόλου τῆς ἐλπίδος τῶν Χριστιανῶν ἠλλοτρίωνται. οὗτοι δέ ἐστε ὑμεῖς οἱ ἐγκαλοῦντες ῥᾳθυμίαν ἡμῖν, ὅτι μὴ κτι στὸν λέγειν τὸν κτίστην καταδεχόμεθα. εἰ γὰρ μὴ ψεύ δεται διὰ τοῦ προφήτου λέγον τὸ πνεῦμα τὸ ἅγιον ὅτι Τὰ σύμπαντα δοῦλα σά, καὶ πᾶσα ἡ κτίσις δουλεύει, κτιστὸς δὲ καθ' ὑμᾶς ὁ υἱός, ὁμόδουλός ἐστι πάντως τοῖς σύμπασι, τῷ κοινωνεῖν τῆς κτίσεως εἰς τὸ κοινωνεῖν καὶ τῆς δου λείας συγκαθελκόμενος. τῷ δὲ δουλεύοντι πάντως ὑμεῖς καὶ τὴν δουλικὴν μορφὴν περιθήσετε. οὐ γὰρ δὴ δοῦλον ὁμολογοῦντες τῇ φύσει τῷ προσωπείῳ τῆς δουλείας ἐπαι 3.4.38 σχυνθήσεσθε. τίς οὖν, ὦ δριμύτατε ῥητόρων, ὁ ἐκ τῆς δουλικῆς μορφῆς τὸν υἱὸν εἰς ἄλλην δούλου μεταβιβάζων μορφήν, ὁ τὸ ἄκτιστον αὐτῷ προσμαρτυρῶν ᾧ καὶ τὸ μὴ δουλεύειν συναποδείκνυται ἢ μᾶλλον οἱ διαρρήδην βοῶντες ὑμεῖς δοῦλον εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ ὑπ' αὐτοῦ κυριεύεσθαι; οὐ δέομαι δικαστῶν ἑτέρων, σοὶ τὴν περὶ τούτων ἐπιτρέπω ψῆφον. οἶμαι γὰρ μὴ ἂν οὕτω πρὸς τὴν ἀλήθειαν ἀναιδῶς τινας ἔχειν, ὥστε τοῖς ὁμολογουμένοις δι' ἀναισχυντίας ἐνίστασθαι. πρόδηλον γὰρ παντὶ τὸ λεγόμενον, ὅτι τὸ δοῦλον τῇ φύσει τοῖς ἰδιώμασι τῆς δουλείας χαρακτηρίζεται· ἴδιον γὰρ δου λείας ἡ κτίσις. ὁ οὖν δοῦλον αὐτὸν ὄντα τὴν ἡμετέραν λέγων ὑπεληλυθέναι μορφήν, ἐκεῖνός ἐστι πάντως ὁ ἐκ δουλείας εἰς δουλείαν τὸν μονογενῆ μετοικίζων. 3.4.39 Ἀλλ' ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι μικρὸν ὑποβάς (τὰ γὰρ ἐν τῷ μέσῳ διὰ τὸ μετρίως ἐν τοῖς προά γουσιν ἐξετασθῆναι νῦν ὑπερβήσομαι) ὡς 20τολμηροὺς20 εἰς τὸ 20λέγειν καὶ φρονεῖν ἀμήχανα20 διαβάλλων 20ἐλεει νοτάτους20 τε προσαγορεύσας ταῦτα προστίθησιν· 20εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπο μένου καὶ