320
κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου 3.4.40 γένεσιν ἐκένωσεν ἑαυτόν20. τάχα μὲν οὖν εὐθὺς ἐκ τῶν ἀνεγνωσμένων προπεφώραται τῇ κρίσει τῶν ἀκουόντων τῆς τοῦ λόγου κατασκευῆς ἥ τε κακουργία καὶ τὸ ἀνόητον· πλὴν δι' ὀλίγων καὶ παρ' ἡμῶν ὁ τῶν εἰρημένων ἔλεγχος προσ τεθήσεται, οὐκ εἰς ἀνατροπὴν τοσοῦτον τοῦ ἀπαιδεύτου σο φίσματος, ὃ καὶ δι' ἑαυτοῦ παρὰ τοῖς ἔχουσιν ἀκοὴν ἀνα τέτραπται, ἀλλ' ὡς ἂν μὴ δοκοίημεν ἐν προσχήματι τοῦ καταφρονεῖν τῆς εὐτελείας τοῦ λόγου περιορᾶν τὸ προτεθὲν ἀνεξέταστον. οὑτωσὶ τοίνυν τὸν λόγον ἐπισκεψώμεθα. 3.4.41 Τίς ἐστιν ἡ τοῦ ἀποστόλου φωνή; Γνωστὸν ἔστω, φη σίν, ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἶτα ὡς ἂν πυθομένου τινός, περὶ τίνα γέγονεν ἡ τοιαύτη χάρις, οἱονεὶ δακτύλῳ τὸ ὑποκείμενον δεικνύει Τοῦτον, εἰπών, τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τί περὶ τούτου φησὶν ὁ Βασίλειος; ὅτι ἡ δεικτικὴ τοῦ λόγου φωνὴ τοῦτον πεποιῆ σθαι Χριστὸν λέγει καὶ κύριον τὸν παρ' αὐτῶν τῶν ἀκου όντων ἐσταυρωμένον. ὑμεῖς γὰρ ἐσταυρώσατε, φησί· καὶ εἰκὸς ἦν τοὺς αἰτησαμένους τὸν κατ' αὐτοῦ φόνον ἀκροατὰς εἶναι τοῦ λόγου· οὐδὲ γὰρ πολὺς ἦν ὁ ἀπὸ τοῦ σταυροῦ 3.4.42 πρὸς τὴν δημηγορίαν τοῦ Πέτρου χρόνος. τί οὖν πρὸς ταῦτα προφέρει ὁ Εὐνόμιος; 20εἰ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος δια λέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασί λειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν20-ἐπίσχες, τίς τοῦτό φησιν, ὅτι πάλιν ἑαυτὸν ἐκένωσεν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν; ἢ τίς κατασκευάζει ὅτι πρὸ τῆς διὰ σαρκὸς ἐπιφανείας τὸ κατὰ τὸν σταυρὸν γέγονε πάθος; οὔτε γὰρ ὁ σταυρὸς πρὸ τοῦ σώματος οὔτε τὸ σῶμα πρὸ 3.4.43 τῆς τοῦ δούλου μορφῆς. ἀλλ' ὁ μὲν θεὸς ἐν σαρκὶ φανε ροῦται, ἡ δὲ σὰρξ ἡ τὸν θεὸν ἐν ἑαυτῇ δείξασα μετὰ τὸ πληρῶσαι δι' ἑαυτῆς τὸ μέγα τοῦ θανάτου μυστήριον μετα ποιεῖται πρὸς τὸ ὑψηλόν τε καὶ θεῖον, δι' ἀνακράσεως Χριστὸς γενομένη καὶ κύριος, εἰς ἐκεῖνο μετατεθεῖσα καὶ ἀλλαγεῖσα, ὅπερ ἦν ὁ ἐν ἐκείνῃ τῇ σαρκὶ ἑαυτὸν φανε ρώσας. ἀλλ' εἰ ταῦτα λέγοιμεν, πάλιν ἡμᾶς τὸν ἐπὶ τοῦ σταυροῦ δειχθέντα εἰς ἄλλου ἀνθρώπου γένεσιν κεκενῶσθαι λέγειν ὁ προαγωνιστὴς οὗτος τῆς ἀληθείας κατασκευάζει, συντιθεὶς οὑτωσὶ κατὰ τὴν λέξιν τὸ σόφισμα: 20εἰ ὁ βλε πόμενος20, φησίν, 20ἄνθρωπος ἐκένωσεν ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δού λου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν20. 3.4.44 Ὢ πῶς μέμνηται τῆς προκειμένης σπουδῆς; πῶς κατὰ σκοπὸν συμπεραίνει τὸν λόγον; Χριστὸν πεποιῆσθαι καὶ κύριον τὸν βλεπόμενον ἄνθρωπόν φησιν εἰρηκέναι τὸν ἀπό στολον ὁ Βασίλειος· ὁ δὲ δεινὸς οὗτος καὶ ἀγχίνους τῶν εἰρημένων ἀνατροπεύς, 20εἰ μὴ τὴν οὐσίαν20, φησί, 20τοῦ ἐν ἀρχῇ ὄντος πεποιῆσθαι λέγει ὁ Πέτρος, ἐκέ νωσεν <δὲ> ἑαυτὸν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, <ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώ 3.4.45 που γένεσιν ἐκένωσεν ἑαυτόν>20. ἡττήμεθα τῆς ἀμάχου ταύτης σοφίας, Εὐνόμιε. ἀπελήλεγκται κατὰ κράτος τὸ μὴ πρὸς τὸν ἐξ ἀσθενείας σταυρωθέντα βλέ πειν τοῦ ἀποστόλου τὸν λόγον, δι' ὧν ἐμάθομεν ὅτι, ἂν τοῦτο οὕτως ἔχειν πιστεύσωμεν, πάλιν ὁ βλεπόμενος ἄν θρωπος ἕτερος ἄνθρωπος γίνεται, εἰς ἄλλην ἀνθρώπου κενούμενος γένεσιν. οὐ παύσῃ ποτὲ παίζων κατὰ τῶν ἀτολμήτων; οὐκ ἐρυθριάσεις ἐν οὕτω γελοίοις σοφίσμασι τὸν τῶν θείων μυστηρίων ἐκλύων φόβον; οὐκ ἐπιστρα φήσῃ νῦν γοῦν εἰ καὶ μὴ πρότερον πρὸς τὸ γνῶναι ὅτι ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρὸς λόγος ὢν καὶ βασιλεὺς καὶ κύριος καὶ πᾶν ὑψηλὸν ὄνομά τε καὶ νόημα οὐδὲν τῶν ἀγαθῶν γενέσθαι προσδέεται, αὐτὸς ὢν τῶν ἀγαθῶν πάντων τὸ πλήρωμα, ὁ δὲ εἴς τι μετα 3.4.46 βαλλόμενος ἐκεῖνο