321
γίνεται ὃ μὴ πρότερον ἦν; ὥσπερ οὖν ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία γίνεται, ἵνα ἄρῃ τὴν ἁμαρ τίαν τοῦ κόσμου, οὕτως πάλιν ἡ δεξαμένη τὸν κύριον σὰρξ Χριστὸς καὶ κύριος γίνεται, ὃ μὴ ἦν τῇ φύσει, εἰς τοῦτο μεταποιουμένη διὰ τῆς ἀνακράσεως. δι' ὧν μανθάνομεν ὅτι οὔτ' ἂν ἐν σαρκὶ ὁ θεὸς ἐφανερώθη, εἰ μὴ ὁ λόγος σὰρξ ἐγένετο, οὔτ' ἂν μετεποιήθη πρὸς τὸ θεῖον ἡ περὶ αὐτὸν τοῦ ἀνθρώπου σάρξ, εἰ μὴ τὸ φαινόμενον ἐγένετο 3.4.47 Χριστός τε καὶ κύριος. ἀλλὰ διαπτύουσι τὸν ἰδιωτισμὸν τοῦ ἡμετέρου κηρύγματος οἱ τῇ οὐσίᾳ τοῦ θεοῦ διὰ τῶν συλλογισμῶν ἐμβατεύοντες καὶ βούλονται τὸν πάντα τὰ ὄντα διὰ κτίσεως παραγαγόντα εἰς γένεσιν αὐτὸν ἀποδεῖξαι μέρος ὄντα τῆς κτίσεως, καὶ σύμμαχον τῆς τοιαύτης σπουδῆς τὴν φωνὴν τοῦ Πέτρου πρὸς κατασκευὴν τῆς βλασφημίας ἐφέλ κονται τοῦ πρὸς τοὺς Ἰουδαίους φήσαντος ὅτι Γνωστὸν ἔστω παντὶ τῷ οἴκῳ Ἰσραὴλ ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ταύτην τοῦ κτιστὴν εἶναι τοῦ μονογενοῦς θεοῦ τὴν οὐσίαν 3.4.48 προβάλλονται τὴν ἀπόδειξιν. τί οὖν, εἰπέ μοι, μὴ πρὸ αἰῶνος οἱ Ἰουδαῖοι, πρὸς οὓς ὁ λόγος ἐγένετο; μὴ προ κόσμιος ὁ σταυρός; μὴ πρὸ πάσης κτίσεως ὁ Πιλάτος; μὴ πρῶτον Ἰησοῦς καὶ μετὰ ταῦτα λόγος; μὴ πρεσβυτέρα ἡ σὰρξ τῆς θεότητος; μὴ πρὸ τοῦ κόσμου ὁ Γαβριὴλ τὴν Μαρίαν εὐαγγελίζεται; οὐχ ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἐπὶ Καίσαρος Αὐγούστου τὴν ἀρχὴν λαμβάνει διὰ γεννή σεως, ὁ δὲ ἐν ἀρχῇ ὢν λόγος θεὸς βασιλεὺς ἡμῶν προ αιώνιος, καθὼς ἡ προφητεία μαρτύρεται; οὐχ ὁρᾷς οἵαν ἐπάγεις τῷ λόγῳ τὴν σύγχυσιν τὰ ἄνω κάτω κατὰ τὴν 3.4.49 παροιμίαν κυκῶν; πεντηκοστὴ μετὰ τὸ πάθος ἡμέρα ἦν ὅτε ταῦτα τοῖς Ἰουδαίοις ἐδημηγόρει ὁ Πέτρος λέγων ὅτι τοῦτον ὃν ὑμεῖς ἐσταυρώσατε Χριστὸν καὶ κύριον ὁ θεὸς ἐποίησεν. οὐ προσέχεις τῇ τάξει τοῦ λόγου, τί πρότερον καὶ τί δεύτερον ἐν τοῖς εἰρημένοις ἐστίν; οὐ γὰρ εἶπεν ὅτι ὃν ὁ θεὸς ἐποίησε κύριον, ὑμεῖς ἐσταυρώσατε, ἀλλ' ὃν ὑμεῖς, φησίν, ἐσταυρώσατε, τοῦτον ἐποίησεν ὁ θεὸς Χρι στόν τε καὶ κύριον, ὡς δῆλον ἐκ τούτων εἶναι ὅτι οὐ τὸ πρὸ τῶν αἰώνων, ἀλλὰ τὸ μετὰ τὴν οἰκονομίαν ὁ Πέτρος 3.4.50 λέγει. πῶς οὖν οὐχ ὁρᾷς ὅλην περὶ τὸ δεικνύμενον ἀνα στρεφομένην τοῦ λόγου τὴν ἔννοιαν, ἀλλὰ γελοιάζεις ἐν τῇ μειρακιώδει πλοκῇ τοῦ σοφίσματος λέγων, εἰ τὸν φαινόμενον Χριστόν τε καὶ κύριον πεποιῆσθαι παρὰ τοῦ θεοῦ πεπιστεύ καμεν, ἀνάγκην εἶναι πάλιν εἰς ἄνθρωπον μετακενοῦσθαι τὸν κύριον καὶ δευτέραν ὑποδύεσθαι γέννησιν; τί μᾶλλον διὰ τούτων τὸ καθ' ὑμᾶς δόγμα κρατύνεται; πῶς διὰ τῶν εἰρημένων ἡ τοῦ βασιλέως τῆς κτίσεως οὐσία κτιστὴ ἀπο 3.4.51 δείκνυται; ἐγὼ μὲν γὰρ τοὐναντίον φημὶ τὰ ἡμέτερα διὰ τῶν μαχομένων ἡμῖν συναγορεύεσθαι καὶ ὑπὸ τῆς ἄγαν προσοχῆς μὴ συνεωρακέναι τὸν ῥήτορα ὅτι πρὸς τὸ ἄτοπον δῆθεν ἐξωθῶν τὸν λόγον, δι' ὧν ἀνατρέπειν ἐπιχειρεῖ, διὰ τούτων τοῖς πολεμουμένοις συναγωνίζεται. εἰ γὰρ ἐκ τοῦ ὑπερέχοντος πρὸς τὸ ταπεινὸν πιστεύειν χρὴ γεγενῆσθαι τοῦ υἱοῦ τὴν μετάστασιν, μόνη δὲ ὑπέρκειται τῆς κτίσεως ἡ θεία τε καὶ ἄκτιστος φύσις, κτιστὸς δὲ ὁ ἄνθρωπος, τάχα διαβλέψας διὰ τοῦ ἰδίου λόγου πρὸς τὴν ἀλήθειαν μετατάξεται, συνθέμενος ἐν τῷ κτιστῷ κατὰ φιλανθρωπίαν 3.4.52 γεγενῆσθαι τὸ ἄκτιστον. εἰ δὲ οἴεται κτιστὸν ἀποδεικνύειν τὸν κύριον διὰ τοῦ δεῖξαι θεὸν ὄντα τῆς ἀνθρωπίνης φύ σεως μετεσχηκέναι, πολλὰ τοιαῦτα πρὸς τὴν τοῦ ἴσου κατασκευὴν εὑρεθήσεται ἐκ τοῦ ὁμοίου τὴν συνηγορίαν πλη ροῦντα τῷ λόγῳ. καὶ γὰρ ἐπειδὴ λόγος ἦν καὶ θεὸς ἦν, Μετὰ ταῦτα δέ, καθώς φησιν ὁ προφήτης, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἓν τῶν κτισμάτων εἶναι διὰ τούτων ἀποδειχθήσεται. εἰ δὲ ταῦτα πόρρω τῶν ζητουμένων, οὐδὲ τὰ ὅμοια πάντως τοῖς προκειμένοις ᾠκεί ωται. ἴσον γάρ ἐστι κατὰ τὴν ἔννοιαν τὸν ἐν ἀρχῇ ὄντα λόγον μετὰ ταῦτα πεφανερῶσθαι τοῖς ἀνθρώποις διὰ σαρκὸς λέγειν καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα τὴν τοῦ δούλου μορφὴν ὑποδύεσθαι. ὧν εἰ τὸ ἕτερον εἰς κατασκευὴν τῆς βλασφημίας ἀνόνητον, συναποβαλεῖν ἀνάγκη καὶ τὸ λει πόμενον. 3.4.53 Ἀλλὰ συμβουλεύει φιλανθρώπως