322
ἡμῖν μεταθέσθαι τοῦ πλάνου καὶ ὑποδείκνυσιν ἣν αὐτὸς κατασκευάζει ἀλήθειαν. 20τὸν ἐν ἀρχῇ20, φησίν, 20ὄντα λόγον καὶ θεόν, τοῦτον πεποιῆσθαι διδάσκει ὁ ἀπόστολος Πέτρος20. ἀλλ' εἰ μὲν ὀνείρους ἡμῖν ὑπεκρίνετο καὶ τὴν ἐνύπνιον ἐπηγγέλλετο μαντικήν, κίνδυνος ἦν ἴσως οὐδεὶς πρὸς τὸ δοκοῦν συγχωρεῖν αὐτῷ παραγαγεῖν τὰ τῆς φαντασίας αἰ νίγματα· ἐπεὶ δὲ τὰς θείας φωνὰς ἐξηγεῖσθαί φησιν, οὐκέτ' ἀσφαλὲς ἡμῖν κατ' ἐξουσίαν αὐτῷ διδόναι παρερμη νεύειν τὰ ῥήματα. τί φησιν ἡ γραφή; ὅτι Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς 3.4.54 ἐσταυρώσατε. οὐκοῦν πάντων κατὰ ταὐτὸν συνδραμόντων, τῆς δεικτικῆς φωνῆς τοῦ ἀνθρωπίνως ὠνομασμένου, τῆς τῶν μιαιφονησάντων κατηγορίας, τοῦ κατὰ τὸν σταυρὸν πάθοος, ἐξ ἀνάγκης ἡ διάνοια πρὸς τὸ φαινόμενον βλέπει. ὁ δέ φησι ταῦτα μὲν λέγειν Πέτρον, ἐνδείκνυσθαι δὲ διὰ τῆς Ἐποίησε λέξεως τὴν προαιώνιον οὐσίαν. ἀλλὰ τίτθαις μὲν ἢ γραϊδίοις ἀκίνδυνον συγχωρεῖν παίζειν πρὸς τὰ μειράκια καὶ πρὸς τὸ δοκοῦν μετάγειν τὰς τῶν ἐνυπνίων ἐμφάσεις· τῆς δὲ θεοπνεύστου φωνῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, κωλύει ὁ μέγας ἀπόστολος τὰς γραώδεις κενοφωνίας προσ 3.4.55 ίεσθαι. σταυρὸν γὰρ ἀκούσας τὸν σταυρὸν νοῶ, καὶ ἀν θρώπινον ὄνομα διδαχθεὶς ὁρῶ τὴν δηλουμένην ὑπὸ τοῦ ὀνόματος φύσιν. τοῦτον οὖν μαθὼν πεποιῆσθαι παρὰ τοῦ Πέτρου κύριον καὶ Χριστὸν τὸν ἐν ὀφθαλμοῖς ἡμῶν γεγε νημένον λέγειν οὐκ ἀμφιβάλλω, ἐπειδὴ καὶ συμφωνοῦσι πρὸς ἀλλήλους οἱ ἅγιοι τοῖς τε ἄλλοις πᾶσι καὶ περὶ τοῦτο τὸ μέρος. ὡς γὰρ αὐτὸς τὸν ἐσταυρωμένον κύριον πεποι ῆσθαι λέγει, οὕτω καὶ Παῦλός φησιν αὐτὸν ὑπερυψῶσθαι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, οὐ καθὸ θεός ἐστι, κατ' 3.4.56 ἐκεῖνο ὑψούμενον (τί γὰρ ὑπέρκειται τοῦ θείου ὕψους ἀνώ τερον, ὥστε πρὸς ἐκεῖνο λέγειν τὸν θεὸν ὑψοῦσθαι;) ἀλλὰ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως ὑπερυψοῦσθαι λέγει, δεικνύντος οἶμαι τοῦ λόγου τὴν τοῦ ἀναληφθέντος ἀνθρώπου πρὸς τὸ ὕψος τῆς θείας φύσεως ἐξομοίωσίν τε καὶ ἕνωσιν. τοῦτο τοίνυν σημαίνειν καὶ τὸν μέγαν πεπιστεύκαμεν Πέτρον ἐν τῷ λέγειν κύριον τὸν ἐπὶ τοῦ σταυροῦ γεγενῆσθαι, διὰ τῆς κατὰ πάντα πρὸς τὸ θεῖον ἑνώσεως ἐκεῖνο γενόμενον ὃ τὸ θεῖόν ἐστιν. εἰ δέ τις καὶ συγχωρήσειεν αὐτῷ παρεξ ηγεῖσθαι τὴν θείαν φωνήν, οὐδὲ οὕτως πρὸς τὸν σκοπὸν 3.4.57 τῆς αἱρέσεως ὁ λόγος συμπερανθήσεται. δεδόσθω γὰρ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λέγειν τὸν Πέτρον ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· εὑρίσκομεν γὰρ οὐδὲ διὰ τούτου τὴν βλασφη μίαν ἰσχύν τινα κατὰ τῆς ἀληθείας λαμβάνουσαν. Κύριον, φησίν, αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἰς τί τοίνυν τῶν εἰρημένων ἐπαναφέρειν χρὴ τὸ Ἐποίησεν; τίνι τῶν ἐν τῇ φράσει κειμένων τὴν φωνὴν ἐφαρμόσομεν; τρία γάρ εἰσι τὰ προκείμενα, οὗτος καὶ Κύριος καὶ Χριστός. τίνι τούτων τὴν Ἐποίησε συζεύξει φωνήν; ἀλλ' οὐδεὶς οὕτως κατὰ τῆς ἀληθείας θρασὺς ὡς εἰπεῖν ὅτι μὴ πρὸς τὸν Χριστόν τε καὶ κύριον τὸ Ἐποίησεν βλέπει· ὄντα γὰρ αὐτὸν ὅ τι ποτὲ ἦν Χριστὸν καὶ κύριον γεγενῆσθαι παρὰ τοῦ πατρὸς ὁ Πέτρος φησίν. 3.4.58 Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ μαχομένου τῷ λόγῳ. φησὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς προκειμένοις ἡμῖν εἰς ἐξέτασιν οὑτωσὶ τοῖς ῥήμασι λέγων· 20περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος δια λέγεται Πέτρος καὶ τοῦτον ἐκδιδάσκει γεγο νέναι κύριον καὶ Χριστόν20. οὐκοῦν τὸν ὄντα ὅ τι ποτὲ καὶ ἦν Χριστὸν γεγονέναι καὶ κύριον ὁ Εὐνόμιος λέγει, οἷα δὴ καὶ περὶ τοῦ ∆αβὶδ ἡ ἱστορία φησίν, ὅτι υἱὸς ὢν τοῦ Ἰεσσαὶ καὶ τῶν ποιμνίων ἐπιστατῶν εἰς βασιλέα ἐχρίσθη, οὐκ ἄνθρωπον αὐτὸν τηνικαῦτα ποιούσης τῆς χρίσεως, ἀλλ' ὄντα κατὰ τὴν αὐτοῦ φύσιν ὅπερ ἐτύγχανεν 3.4.59 ἐξ ἰδιώτου πρὸς βασιλέα μετατιθείσης. τί οὖν μᾶλλον διὰ τούτων τὸ πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζεται, εἰ, καθώς φησιν ὁ Εὐνόμιος, ἐν ἀρχῇ αὐτὸν ὄντα καὶ θεὸν ὄντα καὶ κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; ἡ γὰρ κυ ριότης οὐχὶ οὐσίας ὄνομα, ἀλλ' ἐξουσίας ἐστί, καὶ ἡ τοῦ Χριστοῦ προσηγορία τὴν βασιλείαν ἐνδείκνυται, ἄλλος δὲ τῆς βασιλείας καὶ ἕτερος ὁ τῆς