323
φύσεως λόγος. ἀλλὰ μὴν ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ γεγενῆσθαί φησιν ἡ γραφή. οὐκοῦν ἐπισκεψώμεθα τὸ μᾶλλον εὐσεβὲς καὶ ἀκόλουθον. τίνα κατὰ προκοπὴν μετέχειν τινὸς τῶν ὑψηλοτέρων εὐαγές ἐστι λέγειν, τὸν θεὸν ἢ τὸν ἄνθρωπον; τίς οὕτω παῖς τὴν διάνοιαν ὡς οἴεσθαι τὸ θεῖον ἐκ προσθήκης ἐπὶ τὸ τέλειον 3.4.60 φέρεσθαι; περὶ δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τοιοῦτον ὑπονοεῖν οὐκ ἔξω τοῦ εἰκότος ἐστί, σαφῶς τῷ κυρίῳ τῆς τοῦ εὐαγγελίου φωνῆς τὴν κατὰ τὸ ἀνθρώπινον αὔξησιν προσμαρτυρούσης· Ἰησοῦς γὰρ προέκοπτεν, φησίν, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τί τοίνυν εὐλογώτερόν ἐστιν ἐκ τῆς τοῦ ἀποστόλου φωνῆς ὑποτίθεσθαι, τὸν ἐν ἀρχῇ ὄντα θεὸν ἐκ προκοπῆς κύριον γενέσθαι ἢ τὸ ταπεινὸν τῆς ἀνθρω πίνης φύσεως ἐκ τῆς πρὸς τὸ θεῖον κοινωνίας εἰς τὸ ὕψος τῆς ἀξίας ἀναλαμβάνεσθαι; καὶ γὰρ ὁ προφήτης ∆αβὶδ ὡς ἐκ προσώπου τοῦ κυρίου φησὶν ὅτι Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ, παραπλήσιον λέγων τῷ Χριστὸς ἐγε 3.4.61 νόμην. καὶ πάλιν ὡς ἐκ τοῦ πατρὸς πρὸς τὸν κύριον Κατα κυρίευε, φησίν, ἐν μέσῳ τῶν ἐχθρῶν σου, ταὐτὸν λέγων [τῷ Πέτρῳ] τῷ Κύριος γίνου τῶν ἐχθρῶν σου. ὥσπερ τοίνυν ἡ τῆς βασιλείας σημαίνει κατάστασις οὐ τὴν τῆς οὐσίας κατασκευήν, ἀλλὰ τὴν εἰς τὸ ἀξίωμα πρόοδον, καὶ ὁ κατα κυριεύειν ἐγκελευόμενος οὐ τότε γίνεσθαι τὸ μὴ ὂν κελεύει, ἀλλὰ τῷ ὄντι δίδωσι τὴν κατὰ τῶν ἀπειθούντων ἀρχήν, οὕτω καὶ ὁ μακάριος Πέτρος Χριστὸν τουτέστι βασιλέα πάντων γεγενῆσθαι λέγων προσέθηκε τὸ Αὐτόν, ἵνα χωρίσῃ τῆς τε οὐσίας καὶ τῶν περὶ ταύτην θεωρουμένων τὸν λόγον. 3.4.62 ὄντα γὰρ ὅπερ ἐστὶ τὰ εἰρημένα ἐποίησεν. εἰ μὲν οὖν εὐαγὲς ἦν ἐπὶ τῆς ὑπερεχούσης φύσεως τὸ κατὰ προκοπήν τι γενέσθαι λέγειν οἷον ἐξ ἰδιώτου βασιλέα καὶ ἐκ ταπεινοῦ ὑψηλὸν καὶ ἐκ δούλου κύριον, ἔπρεπεν ἴσως καὶ τὴν τοῦ Πέτρου φωνὴν τῇ θείᾳ τοῦ μονογενοῦς ἐφαρμόζειν οὐσίᾳ· ἐπεὶ δὲ τὸ θεῖον, ὅ τι ποτὲ εἶναι πεπίστευται, πάντοτε ὡσαύτως ἔχει, προσθήκης μὲν πάσης ἀνώτερον, μειώσεως δὲ ἀνεπίδεκτον, ἀνάγκη πᾶσα πρὸς τὸ ἀνθρώπινον ἄγειν 3.4.63 τὸν λόγον. ὁ γὰρ θεὸς λόγος, ὅπερ ἐν ἀρχῇ ἦν, τοῦτο καὶ νῦν ἐστι καὶ εἰσαεὶ διαμένει, ἀεὶ βασιλεύς, ἀεὶ κύριος, ὕψιστος ἀεὶ καὶ θεός, οὐδὲν τούτων ἐκ προκοπῆς γενόμενος, ἀλλὰ πάντα ὢν [ἐν] τῇ δυνάμει τῆς φύσεως ὅσα καὶ λέ γεται· ὁ δὲ ἐξ ἀνθρώπου διὰ τῆς ἀναλήψεως πρὸς τὸ θεῖον ὑψωθείς, ἄλλο τι ὢν καὶ ἄλλο γινόμενος, κυρίως καὶ ἀληθῶς Χριστὸς καὶ κύριος γεγενῆσθαι λέγεται. ἐκ δούλου γὰρ αὐτὸν κύριον καὶ ἐξ ὑποχειρίου βασιλέα καὶ Χριστὸν ἐξ ὑπηκόου ἐποίησε καὶ τὸ ταπεινὸν ὑπερύψωσε καὶ τῷ τὸ ἀνθρώπινον ἔχοντι ὄνομα ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα. 3.4.64 καὶ οὕτω γέγονεν ἡ ἄρρητος ἐκείνη μίξις καὶ σύνοδος, τῆς ἀνθρωπίνης βραχύτητος πρὸς τὸ θεῖον μέγεθος ἀνακρα θείσης. διὸ καὶ τὰ μεγάλα καὶ θεοπρεπῆ τῶν ὀνομάτων τῷ ἀνθρωπίνῳ κυρίως ἐφήρμοσται καὶ τὸ ἔμπαλιν διὰ τῶν ἀνθρωπίνων ἡ θεότης κατονομάζεται. ὁ γὰρ αὐτὸς καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ἔχει καὶ ἐν τῷ ἀνθρωπίνῳ τῷ κατὰ Ἰησοῦν ὀνόματι παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως. Ἐν γὰρ τῷ ὀνόματι, φησίν, Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρα νίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξο μολογήσεται ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.5.1 Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονο γενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, εὔκαιρον ἂν εἴη μηδὲ ταύτην αὐτοῦ τὴν πλάνην περιϊδεῖν ἀδιόρθωτον. τὴν κύριος λέξιν τῆς οὐσίας εἶναι σημαντικὴν διορίζεται καὶ εἰς ἀπόδειξιν τῆς ὑπολή ψεως ταύτης ἐπάγει τὸν ῥηθέντα λόγον. ἴδωμεν τοίνυν εἴ τι κοινὸν τοῦτο πρὸς τὸ προκείμενον ἔχει. Ὁ κύριος, φησί, τὸ πνεῦμά ἐστιν. ὁ δὲ τὴν γραφὴν πρὸς τὸ δοκοῦν ἐξηγού μενος οὐσίαν ὀνομάζει τὴν κυριότητα καὶ διὰ τῶν εἰρη 3.5.2 μένων οἴεται τὸν λόγον εἰς ἀπόδειξιν ἄγειν. ἀλλ' εἰ μὲν εἴρητο παρὰ τοῦ Παύλου Ὁ δὲ κύριος οὐσία ἐστί, καὶ ἡμεῖς τοῖς λεγομένοις ἂν συνεδράμομεν· ἐπειδὴ δὲ ὁ μὲν θεόπνευστος λόγος τὸ πνεῦμά φησιν εἶναι τὸν