325
ἐκ τοῦ προχείρου λαβεῖν ἔστι τοῖς ἐντυγχάνουσιν, ἀλλ' οἷον παρα πετάσματί τινι τῷ σώματι τῆς γραφῆς τὸ θεῖον ὑπο κρύπτεται βούλημα, νομοθεσίας τινὸς ἢ ἱστορίας τῶν κατὰ τὸν νοῦν θεωρουμένων προβεβλημένης. διά τοι τοῦτο τοὺς πρὸς τὸ σῶμα βλέποντας τῆς γραφῆς ὁ ἀπόστολος κάλυμμα ἐπὶ τῆς καρδίας ἔχειν φησὶ καὶ μὴ δύνασθαι πρὸς τὴν δόξαν διαβλέψαι τοῦ πνευματικοῦ νόμου, κωλυομένους διὰ τοῦ ἐπιβεβλημένου τῷ προσωπείῳ τοῦ νομοθέτου καλύμ 3.5.10 ματος. διό φησι Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, δεικνὺς ὅτι πολλαχῇ τῶν γεγραμμένων ἡ πρό χειρος ἑρμηνεία, εἰ μὴ κατὰ τὸν προσήκοντα νοῦν ἐκλη φθείη, τῇ διὰ τοῦ πνεύματος ὑποδεικνυμένῃ ζωῇ τὸ ἐναν τίον ποιεῖ, τοῦ μὲν τὸ τέλειον τῆς ἀρετῆς ἐν ἀπαθείᾳ πάσῃ τοῖς ἀνθρώποις νομοθετοῦντος, τῆς δὲ τῶν γεγραμ μένων ἱστορίας ἔστιν ὅπου καὶ ἀπεμφαινόντων πραγμάτων τινῶν περιεχούσης τὴν ἔκθεσιν καὶ οἱονεὶ συντρέχειν νομι ζομένης τοῖς τῆς φύσεως πάθεσιν, οἷς εἴ τις προσέχοι κατὰ τὸ πρόχειρον, θανάτου διδασκαλίαν τὸ γράμμα ποι 3.5.11 ήσεται. τῶν μὲν οὖν σωματικώτερον τοῖς γεγραμμένοις ἐντυγχανόντων προβεβλῆσθαί φησι τῶν τῆς ψυχῆς αἰσθη τηρίων τὸ κάλυμμα, τῶν δὲ εἰς τὸ νοητὸν τὴν θεωρίαν τρεπόντων οἷον προσωπείου τινὸς γυμνωθεῖσαν ἀνακαλύπτε σθαι τὴν ἐγκειμένην δόξαν τῷ γράμματι. τὸ δὲ διὰ τῆς ὑψηλοτέρας κατανοήσεως εὑρισκόμενον κύριον εἶναί φησιν, ὅπερ ἐστὶ τὸ πνεῦμα. ἡνίκα γὰρ ἂν ἐπιστρέψῃ πρὸς κύ ριον, περιαιρεῖσθαι λέγει τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. λέγει δὲ τοῦτο τῇ δουλείᾳ τοῦ γράμματος 3.5.12 τὴν τοῦ πνεύματος ἀντιδιαιρῶν κυριότητα. ὡς γὰρ τῷ ἀπο κτιννύντι τὸ ζωοποιοῦν ἀντιτίθεται, οὕτως ἀντιδιαστέλλει τῇ δουλείᾳ τὸν κύριον. καὶ ὡς ἂν μή τινα σύγχυσιν πάθοιμεν περὶ τοῦ ἁγίου διδασκόμενοι πνεύματος, διὰ τῆς τοῦ κυρίου φωνῆς πρὸς τὴν τοῦ μονογενοῦς ὑπόνοιαν ἐναγόμενοι, διὰ τοῦτο τῇ ἐπαναλήψει τὸν λόγον κατασφαλίζεται καὶ κύριον τὸ πνεῦμα εἰπὼν καὶ πνεῦμα κυρίου προσαγορεύσας, ἵνα τῷ τιμίῳ τῆς κυριότητος τὸ τῆς φύσεως ὑπερέχον ἐνδείξηται 3.5.13 καὶ τὸ τῆς ὑποστάσεως ἰδιάζον μὴ συγχέῃ τῷ λόγῳ. ὁ γὰρ καὶ κύριον αὐτὸν καὶ κυρίου πνεῦμα εἰπὼν ἴδιόν τι παρὰ τὸν μονογενῆ διδάσκει νοεῖν· ὥσπερ καὶ ἑτέρωθι Χρι στοῦ πνεῦμα λέγει, τὸ αὐτὸ τοῦτο καλῶς καὶ μυστικῶς τὸ κατὰ τὴν ἀκολουθίαν τοῦ δόγματος εὐσεβὲς κατὰ τὴν εὐ αγγελικὴν παράδοσιν ὑπογράφων. οὕτως ἡμεῖς οἱ 20πάν των ἐλεεινότατοι20 παρὰ τοῦ ἀποστόλου μυσταγωγούμενοι ἐκ τοῦ ἀποκτιννύντος γράμματος πρὸς τὸ ζωοποιοῦν μετα βαίνομεν πνεῦμα, μαθόντες παρὰ τοῦ μυηθέντος ἐν παρα δείσῳ τὰ ἄρρητα ὅτι ὅσα ἡ θεία γραφὴ λέγει, τοῦ πνεύ ματός εἰσι τοῦ ἁγίου φωναί. καλῶς γὰρ προεφήτευσε τὸ 3.5.14 πνεῦμα τὸ ἅγιον. τοῦτο πρὸς τοὺς κατὰ Ῥώμην Ἰουδαίους εἰπὼν τὰς Ἠσαΐου φωνὰς ἐπιφέρει· καὶ πρὸς Ἑβραίους τὸ πνεῦμα προτάξας ἐν οἷς φησιν ὅτι ∆ιὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, ἐπάγει τὰ τῆς ψαλμῳδίας ῥήματα τὰ ἐκ προσώπου θεοῦ διεξοδικῶς εἰρημένα· καὶ παρ' αὐτοῦ δὲ τοῦ κυρίου τὸ ἴσον ἐμάθομεν, ὅτι ∆αβὶδ οὐκ ἐν ἑαυτῷ μὲν ὤν, τουτέστιν οὐ κατὰ τὴν ἀνθρωπίνην φύσιν φθεγγόμενος, τὰ οὐράνια διεξῄει μυστήρια (πῶς γὰρ ἄν τις ἄνθρωπος ὢν τὸν ὑπερουράνιον διάλογον τοῦ πατρὸς πρὸς τὸν υἱὸν γνοίη;) ἀλλ' ἐν πνεύματι ὢν καὶ κύριον εἶπε τῷ κυρίῳ 3.5.15 λαλεῖν ἃ εἴρηκεν. Εἰ γὰρ ∆αβὶδ ἐν πνεύματι, φησί, καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκοῦν τῇ δυνάμει τοῦ πνεύματος οἱ θεοφορούμενοι τῶν ἁγίων ἐμπνέονται καὶ διὰ τοῦτο πᾶσα γραφὴ θεόπνευστος λέγεται, διὰ τὸ τῆς θείας ἐμπνεύσεως εἶναι διδασκαλίαν. εἰ περιαιρεθείη τὸ σωματικὸν τοῦ λόγου προκάλυμμα, τὸ λειπόμενον κύριός ἐστι καὶ ζωὴ καὶ πνεῦμα κατά τε τὸν μέγαν Παῦλον καὶ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν. ὁ μὲν γὰρ Παῦλος τῷ ἐπιστρέψαντι ἐκ τοῦ γράμματος πρὸς τὸ πνεῦμα οὐκέτι τὴν ἀναιροῦσαν δουλείαν, ἀλλὰ κύριον εἶπε καταλαμβάνεσθαι, 3.5.16 ὃς τὸ ζωοποιὸν πνεῦμά ἐστι. τὸ δὲ ὑψηλὸν εὐαγγέλιόν φησι· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν, ὡς γυμνὰ ὄντα τοῦ σωματικοῦ προκαλύμματος. οὐσίαν