326
δὲ τοῦ μονογενοῦς τὸ πνεῦμα νοεῖν τοῖς ὀνειροπόλοις ἀφήσομεν, μᾶλλον δὲ κατὰ περιουσίαν πολλὴν καὶ τοῖς ἐκείνων χρη σόμεθα καὶ διὰ τῶν ἐναντίων βελῶν καθοπλίσομεν τὴν ἀλήθειαν. ἔξεστι γὰρ συλαγωγεῖσθαι παρὰ τῶν Ἰσραηλιτῶν τὸν Αἰγύπτιον καὶ ποιῆσαι τὸν ἐκείνων πλοῦτον ἡμέ 3.5.17 τερον κόσμον· εἰ πνεῦμα λέγεται τοῦ υἱοῦ ἡ οὐσία, πνεῦμα δὲ καὶ ὁ θεός (οὕτω γὰρ λέγει καὶ τὸ εὐαγγέλιον), καὶ ἡ τοῦ πατρὸς οὐσία πάντως λέγεται πνεῦμα. ἀλλὰ εἰ μόνων ἐκείνων λόγος ἐστὶ τὰ ἀνομοίως προφερόμενα καὶ κατὰ τὴν φύσιν ἀνομοίως ἔχειν, συνάγεται πάντως τὰ ὡσαύτως λεγόμενα μηδὲ κατὰ τὴν φύσιν ἠλλοτριῶσθαι πρὸς ἄλληλα. ἐπεὶ οὖν κατὰ τὸν λόγον αὐτῶν πνεῦμα λέγεται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἡ οὐσία, τὸ μὴ εἶναι τῆς οὐσίας διαφορὰν διὰ τούτων σαφῶς ἀποδέδεικται. 3.5.18 Μικρὸν γὰρ μετὰ ταῦτά φησιν ὁ Εὐνόμιος ὅτι 20τῶν παρηλλαγμένων οὐσιῶν παρηλλαγμέναι πάν τως καὶ αἱ σημαντικαὶ τῆς οὐσίας εἰσὶ προσ ηγορίαι ἐφ' ὧν δὲ μία καὶ ἡ αὐτὴ φωνή, ἓν πάντως ἔσται καὶ τὸ τῇ αὐτῇ προσηγορίᾳ δη λούμενον20· ὥστε διὰ πάντων ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τοὺς μακροὺς πόνους τοῦ λογο γράφου καὶ τοὺς μυρίους ἐπὶ τοῖς πονηθεῖσιν ἱδρῶτας πρὸς τὴν σύστασιν τοῦ καθ' ἡμᾶς δόγματος περιήγαγεν. εἰ γὰρ πνεῦμα μὲν ὁ θεὸς ἐν τῷ εὐαγγελίῳ λέγεται, πνεῦμα δὲ τοῦ μονογενοῦς ἡ οὐσία παρὰ τοῦ Εὐνομίου κατασκευάζεται, τῷ ὀνόματι πρὸς τὸ ὄνομα μηδεμιᾶς ὑπούσης διαφορᾶς, οὐδὲ τὰ σημαινόμενα πάντως ὑπὸ τῶν ὀνομάτων ἀπ' ἀλλή 3.5.19 λων κατὰ τὴν φύσιν διενεχθήσεται. καί μοι δοκεῖ καλῶς ἔχειν τὴν ἀδρανῆ ταύτην καὶ ἄπληκτον σκιαμαχίαν ἐλέγξαντα τὴν ἐφεξῆς αὐτῷ συγγεγραμμένην πρὸς κατηγορίαν τῶν τοῦ διδασκάλου λόγων παραδραμεῖν ἀνεξέταστον. ἔλεγχος γὰρ ἱκανὸς τῆς τῶν εἰρημένων ἐστὶ ματαιότητος αὐτὸς ὁ λόγος δι' ἑαυτοῦ βοῶν τὴν ἀσθένειαν. τὸ δὲ τοῖς τοιούτοις ἐν ἀγωνίᾳ συμπλέκεσθαι ἴσον ἐστὶ τῷ καὶ νεκροῖς ἐπεμβαίνειν. 3.5.20 ἐκθέμενος γὰρ ἐκ πολλῆς πεποιθήσεως ῥῆσιν τοῦ διδα σκάλου τινὰ καὶ προδιαβαλὼν καὶ διαπτύσας καὶ ἀντὶ τοῦ μηδενὸς εἶναι δείξειν ἐπαγγειλάμενος ταὐτὸν ἔπαθε τοῖς νηπίοις τῶν παίδων, οἷς τὸ ἀτελὲς καὶ ἄωρον τῆς διανοίας καὶ τὸ τῶν αἰσθητηρίων ἀγύμναστον οὐκ ἀκριβῆ δίδωσι τῶν φαινομένων τὴν κατανόησιν· διὰ τοῦτο πολλάκις μικρὸν ὑπὲρ κεφαλῆς εἶναι τοὺς ἀστέρας νομίζοντες βώλοις τισὶν ὑπὸ παιδικῆς ἀνοίας προφανέντας καταλιθάζουσιν, εἶτα καταπεσούσης τῆς βώλου σὺν κρότῳ καὶ γέλωτι πρὸς τοὺς ἡλικιώτας μεγαλαυχοῦσιν ὡς ἐπ' αὐτοὺς τοὺς ἀστέρας τῆς 3.5.21 βολῆς ἐνεχθείσης. τοιοῦτος ὁ τῷ βέλει τῶν νηπίων τὴν ἀλήθειαν βαλών, ὃς καθάπερ ἀστέρας τινὰς τοὺς ὑπερ λαμπεῖς ἐκείνους τοῦ διδασκάλου προεκθέμενος λόγους χαμόθεν ἐκ τῆς πεπατημένης καὶ χαμερποῦς διανοίας τοὺς γεώδεις τε καὶ ἀστάτους ἔρριψε λόγους, οἳ τοσοῦτον ὑψω θέντες, ὅσον μὴ ἔχειν ὅθεν πέσωσιν αὐτομάτως, τῷ ἑαυτῶν βάρει περιετράπησαν. ἡ μὲν γὰρ τοῦ μεγάλου Βασιλείου ῥῆσις οὕτως κατὰ τὴν λέξιν ἔχει. "1καίτοι τίς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν πρόσθοιτο, ὅτι ὧν τὰ ὀνόματά ἐστι διά φορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη; Πέ τρου γὰρ καὶ Παύλου καὶ ἁπαξαπλῶς ἀνθρώπων προσ 3.5.22 ηγορίαι μὲν διάφοροι, οὐσία δὲ πάντων μία. διόπερ ἐν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν, τοῖς δὲ ἰδιώμασι μόνοις τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διενηνόχαμεν. ὅθεν καὶ αἱ προσηγορίαι οὐχὶ τῶν οὐσιῶν εἰσι σημαντικαί, ἀλλὰ τῶν ἰδιοτήτων, αἳ τὸν καθ' ἕνα χαρακτηρίζουσιν. ὅταν οὖν ἀκούσωμεν Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν ἐκ τοῦ ὀνόματος (οὐσίαν δὲ λέγω νῦν οὐ τὸ ὑλικὸν ὑπο κείμενον), ἀλλὰ τῶν ἰδιωμάτων τῶν περὶ αὐτὸν θεωρου μένων τὴν ἔννοιαν ἐντυπούμεθα."2 3.5.23 Ταῦτα μὲν ὁ μέγας φησίν. ὁ δὲ μαχόμενος τοῖς εἰρη μένοις οἵᾳ κέχρηται καθ' ἡμῶν τῇ εὐστοχίᾳ, ὅτῳ σχολὴ τοῖς ἀνονήτοις ἐνευκαιρεῖν, ἐξ αὐτῆς τοῦ Εὐνομίου τῆς συγγραφῆς διδασκέσθω. οὐ γάρ μοι φίλον τοῖς ἐμοῖς παρ εντιθέναι πόνοις τὴν ναυτιώδη φλυαρίαν τοῦ ῥήτορος καὶ τὸ ἀμαθὲς αὐτοῦ καὶ ἀνόητον διὰ μέσου τῶν ἐμῶν λόγων 3.5.24 ἐνστηλιτεύεσθαι.