327
20ἔπαινον20 γάρ τινα διεξέρχεται 20λόγων τῶν σημαντικῶν τὸ ὑποκείμενον φανερούντων20 καὶ διὰ τῆς συνήθους ἑαυτοῦ λέξεως συντίθησι καὶ δια κολλᾷ τὰ ἐν τριόδοις ἀπερριμμένα τῶν λεξειδίων ῥακώματα, καὶ πάλιν ὁ τλήμων Ἰσοκράτης περιεσθίεται ῥήματά τε καὶ σχήματα πρὸς τὴν σύνθεσιν τοῦ προκειμένου παρατιλ λόμενος, ἔστι δὲ ὅπου καὶ ὁ Ἑβραῖος Φίλων τὰ ἴσα πάσχει, 3.5.25 ἐκ τῶν ἰδίων πόνων συνερανίζων αὐτῷ τὰ λεξείδια. καὶ οὐδὲ οὕτως ἐξειργάσθη τὸ πολυκέντητον τοῦτο καὶ πολύ χρωμον τῶν λόγων ἐξύφασμα, ἀλλὰ πᾶν ἐπιχείρημα καὶ πᾶσα προβολὴ νοημάτων καὶ πᾶσα παρασκευὴ τεχνικὴ αὐτὴ περὶ ἑαυτὴν κατερρύη· καὶ οἷόν τι περὶ τὰς πομφόλυγας συμβαίνειν εἴωθεν, ὅταν πρός τι διὰ σύστασιν ὑδάτων ἄνω θεν αἱ σταγόνες φερόμεναι τὰς ἀφρώδεις ἐπαναστάσεις ἐρ γάζωνται, αἳ ὁμοῦ τε συνέστησαν καὶ παραχρῆμα διέπεσον, μηδὲν τῆς ἰδίας συστάσεως τοῖς ὕδασιν ἴχνος ὑπολειπόμεναι, τοιαῦται τῶν τοῦ λογογράφου νοημάτων αἱ φυσαλίδες ὁμοῦ τῷ προβληθῆναι δίχα τῶν ἁπτομένων κατασβεννύμεναι. 3.5.26 μετὰ γὰρ τὰς ἀλύτους ἐκείνας κατασκευὰς καὶ τὴν ἐνύπνιον φιλοσοφίαν, δι' ἧς ταῖς τῶν ὀνομάτων παραλλαγαῖς τὸ διῃ ρημένον εἶπε τῆς οὐσίας καταλαμβάνεσθαι, καθάπερ τις ἀφρώδης ὄγκος κατὰ ῥοῦν ἀπαγόμενος ἐνσείσας τινὶ τῶν στερροτέρων διέπεσεν, οὕτω κατὰ τὸ αὐτόματον ὁ λόγος φερόμενος καὶ ἀπροόπτως τῇ ἀληθείᾳ προσενεχθεὶς τὴν ἀνυπόστατον ταύτην καὶ πομφολυγώδη τοῦ ψεύδους σύστασιν εἰς τὸ μὴ ὂν διεσκέδασεν. λέγει γὰρ τοῖς ῥήμασι τούτοις· 20τίς οὕτως ἠλίθιος καὶ τῆς ἀνθρωπίνης κατα στάσεως ἐκτός, ὡς περὶ ἀνθρώπων διαλεγό μενος τὸν μὲν εἰπεῖν ἄνθρωπον, τὸν δὲ ἵππον καλεῖν συγκρίνων20; εἴποιμι ἂν πρὸς αὐτὸν ἐγώ· κα λῶς ὀνομάζεις ἠλίθιον τὸν οὕτως περὶ τὰς φωνὰς ἁμαρ τάνοντα, καὶ χρήσομαί γε πρὸς συνηγορίαν τῆς ἀληθείας 3.5.27 μάρτυρι σοί. εἰ γὰρ τῆς ἐσχάτης ἐστὶν ἠλιθιότητος τὸν μὲν ἵππον τὸν δὲ ἄνθρωπον λέγειν, εἴπερ ἄνθρωποι κατὰ ἀλήθειαν εἶεν ἀμφότεροι, τῆς ἴσης πάντως παραπληξίας ἐστί, θεοῦ μὲν τοῦ πατρός, θεοῦ δὲ τοῦ υἱοῦ εἶναι πεπι στευμένου, τὸν μὲν κτιστὸν τὸν δὲ ἄκτιστον λέγειν, ὡς ἐκεῖ τῆς ἀνθρωπότητος, οὕτως καὶ ἐνταῦθα τῆς θεότητος οὐκ ἐπιδεχομένης τὴν πρὸς τὸ ἑτερογενὲς παρατροπὴν τοῦ ὀνό ματος. ὃ γάρ ἐστιν τὸ ἄλογον πρὸς τὸν ἄνθρωπον, τοῦτο καὶ ἡ κτίσις πρὸς τὴν θεότητα, κατὰ τὸ ἴσον μὴ δυνα 3.5.28 μένη τὸν αὐτὸν ἐπιδέξασθαι τῷ προάγοντι λόγον. καὶ ὡς οὐκ ἔστι τὸν αὐτὸν ἐφαρμόσαι ὅρον τῷ λογικῷ τε καὶ τῷ τετράποδι (διΐσταται γὰρ φυσικῶς ἑκάτερον ἀπὸ τοῦ ἑτέρου τῷ ἰδιάζοντι), οὕτως οὐδὲ τὴν κτιστήν τε καὶ ἄκτιστον οὐσίαν διὰ τῶν αὐτῶν ἑρμηνεύσεις, τῶν ἐπὶ ταύτης λεγο μένων τῆς οὐσίας οὐκ ἐφευρισκομένων τῇ ἄλλῃ. ὡς γὰρ οὐχ εὑρίσκεται τὸ λογικὸν ἐν ἵππῳ οὐδὲ ἐν ἀνθρώπῳ τὸ μονώνυχον, οὕτως οὔτε τῇ κτίσει ἡ θεότης <ἐνθεωρεῖται> οὔτε τῇ θεότητι τὸ διὰ κτίσεως εἶναι· ἀλλ' εἰ θεός, πάν τως καὶ ἄκτιστος, εἰ δὲ κτιστός, οὐ θεός, εἰ μή τις ἄρα διὰ καταχρήσεώς τινος καὶ συνηθείας λόγων ψιλὸν ἐπὶ τὴν κτίσιν ἄγοι τὸ τῆς θεότητος ὄνομα, καθάπερ καὶ ἵπποις τισὶ τὰ ἀνθρώπινα τῶν ὀνομάτων παρὰ τῶν ἱππικῶν ἐπιβέβληται· ἀλλ' οὔτε ὁ ἵππος ἄνθρωπος, κἂν ἀνθρωπίνῃ προσηγορίᾳ κατονομάζηται, οὔτε τὸ κτίσμα θεός, κἂν προσ μαρτυρῶσιν αὐτῷ τινες τὴν φωνὴν τῆς θεότητος, φθόγγον 3.5.29 διάκενον ἐν δυάδι συλλαβῶν χαριζόμενοι. ἐπεὶ οὖν συνηνέχθη κατὰ τὸ αὐτόματον ὁ τῆς αἱρέσεως λόγος πρὸς τὴν ἀλή θειαν, αὐτὸς ἑαυτῷ συμβουλευσάτω τοῖς οἰκείοις ἐμμένειν καὶ μηδενὶ τρόπῳ τὰς ἑαυτοῦ φωνὰς ἀνατίθεσθαι, ἀλλὰ τῷ ὄντι νομίζειν ἠλίθιον εἶναι καὶ παρεξεστηκότα τὸν τὸ ὑποκείμενον μὴ ὡς ἐστὶν ὀνομάζοντα, ἀλλ' ἀντὶ ἀνθρώπου ἵππον καὶ ἀντὶ οὐρανοῦ θάλασσαν καὶ ἀντὶ θεοῦ λέγοντα κτίσμα. καὶ μηδεὶς οἰέσθω παράλογον ἀντιδιαιρεῖσθαι τῷ θεῷ τὴν κτίσιν, ἀλλὰ πρὸς τοὺς προφήτας καὶ πρὸς τοὺς 3.5.30 ἀποστόλους βλεπέτω. ὁ μὲν γὰρ προφήτης φησὶν ἐκ προσ ώπου τοῦ πατρὸς ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, χεῖρα τὴν τοῦ μονογενοῦς δύναμιν ἐν αἰνίγματι