328
λέγων, ὁ δὲ ἀπόστολος ἐκ τοῦ πατρὸς εἶναι τὰ πάντα καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα λέγει. συμβαίνει δέ πως τὸ προφητικὸν πνεῦμα τῇ ἀποστολικῇ διδασκαλίᾳ καὶ ταύτῃ διὰ πνεύματος γενομένῃ· ἐκεῖ τε γὰρ τὰ πάντα τῆς χειρὸς ἔργα τοῦ ἐπὶ πάντων ὁ προφήτης εἰπὼν διαστέλλει τὴν τῶν γεγονότων φύσιν πρὸς τὸν ποιήσαντα, ὁ δὲ ποιήσας ἐστὶ διὰ τῆς ἰδίας χειρὸς τὰ πάντα ὁ ἐπὶ πάντων θεός, τὴν μὲν χεῖρα 3.5.31 ἔχων, τὰ δὲ πάντα δι' αὐτῆς ἐργαζόμενος. καὶ ἐνταῦθα πάλιν ὁ ἀπόστολος τὴν αὐτὴν ποιεῖται τῶν ὄντων τομήν, τὰ πάντα μὲν τῆς ποιητικῆς ἐξάπτων αἰτίας, οὐκ ἐν τοῖς πᾶσι δὲ τὸ ποιοῦν ἐξαριθμήσας, ὡς σαφῶς διὰ τούτων τὸ τῆς φύσεως διάφορον τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον διδα χθῆναι, καὶ ἄλλο μὲν τὸ ποιοῦν κατὰ τὴν ἰδίαν φύσιν, ἕτερον δὲ τὸ γινόμενον δείκνυσθαι. ἐπεὶ οὖν τὰ πάντα ἐκ τοῦ θεοῦ, θεὸς δὲ ὁ υἱός, καλῶς ἡ κτίσις ἀντιδιαστέλλεται τῇ θεότητι, τοῦ δὲ μονογενοῦς ἄλλο τι παρὰ τὴν τῶν πάν των ὄντος φύσιν καὶ οὐδὲ τῶν μαχομένων τῇ ἀληθείᾳ πρὸς τοῦτο ἐνισταμένων, ἀνάγκη πᾶσα καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἀντιδιαιρεῖσθαι τὴν κτίσιν, εἴπερ μὴ ψεύδονται δι' αὐτοῦ γεγενῆσθαι τὰ πάντα τῶν ἁγίων αἱ φωναὶ μαρτυρόμεναι. 3.5.32 Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσο μένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ κατα γνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ καὶ ἀκτίστῳ καταμερίζοντος καθ' ὁμοιότητα τοῦ τὸν ἄνθρωπον εἰς ἵππον διαιροῦντος καὶ ἄνθρωπον. λέγει γὰρ αὐτὸς μετὰ τὴν διὰ μέσου φλυαρίαν μικρὸν ὑποβὰς ὅτι 20ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις20. τούτῳ καὶ αὐτὸς ἐπιψηφίζων τῷ λόγῳ τὸ πάγιον εἶναι τὴν ἀληθῆ τῶν προσηγοριῶν πρὸς τὸ ὑποκείμενον 3.5.33 οἰκειότητα. εἰ οὖν τὸ τῆς θεότητος ὄνομα τῷ μονογενεῖ θεῷ προσφυῶς ἐπικέκληται, συνθήσεται δὲ πάντως, κἂν πρὸς ἡμᾶς ἐθέλῃ διαπληκτίζεσθαι, τὸ μὴ ψεύδεσθαι τὴν γραφὴν μηδὲ ἀπᾴδουσαν τῆς φύσεως ἐπικεῖσθαι τῷ μονο γενεῖ τὴν τῆς θεότητος κλῆσιν, πεισάτω διὰ τῶν ἰδίων ἑαυτὸν ὅτι εἰ 20ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομά των πρὸς τὰ πράγματα σχέσις20, θεὸς δὲ ὁ κύριος λέγεται, οὐ δύναται διαφοράν τινα κατὰ τὴν τῆς θεότητος ἔννοιαν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοῆσαι, ἐπείπερ κοινὸν ἐπ' ἀμφοτέρων τοῦτο τὸ ὄνομα· μᾶλλον δὲ οὐχὶ τοῦτο μόνον, ἀλλὰ πολύς ἐστιν ὀνομάτων κατάλογος οἷς ἀπαραλλάκτως ὁ μονογενὴς τῷ πατρὶ συνονομάζεται, ἀγα θὸς ἄφθαρτος δίκαιος κριτὴς μακρόθυμος ἐλεήμων ἀΐδιος ἀτελεύτητος, πάντα ὅσα τοῦ μεγαλείου τῆς φύσεώς τε καὶ τῆς δυνάμεως τὴν σημασίαν ἐνδείκνυται, οὐδεμιᾶς ὑποστολῆς κατὰ τὸ ὑψηλὸν τῆς ἐννοίας ἔν τινι τῶν 3.5.34 ὀνομάτων ἐπ' αὐτοῦ γινομένης. ἀλλὰ τὸν τοσοῦτον ἀριθ μὸν τῶν θείων προσηγοριῶν οἷον μεμυκότι τῷ ὀφθαλμῷ παροδεύων πρὸς ἓν μόνον διαβλέπει τὸ γεννητὸν καὶ ἀγέν νητον, λεπτῷ τε καὶ ἀσθενεῖ τῷ πείσματι τὸ κλυδωνι ζόμενόν τε καὶ περιφερόμενον τοῖς πνεύμασι τῆς πλάνης δόγμα καταπιστεύσας. φησὶ γὰρ 20μηδένα τῶν τῆς ἀληθείας πεφροντικότων οὔτε τῶν γεννητῶν οὐδὲν ὀνομάζειν ἀγέννητον οὔτε τὸν ἐπὶ πάν 3.5.35 των θεὸν υἱὸν ἢ γεννητόν20. τοῦτο δὲ οὐκέτι τῶν ἡμετέρων ἐπιδέεται λόγων πρὸς ἔλεγχον· οὐδὲ γὰρ προ καλύμμασί τισι κατὰ τὸ σύνηθες αὐτῷ περισκέπει τὸν δόλον, ἀλλ' ἴσην ποιεῖται τοῦ ἀτόπου τὴν ἀναστροφὴν ἐν τῷ λέγειν μήτε τῶν γεννητῶν λέγεσθαί τι ἀγέννητον μήτε τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἢ γεννητὸν ὀνομάζεσθαι, οὐδὲν κατὰ τὸ ἰδιάζον τῇ μονογενεῖ τοῦ υἱοῦ θεότητι παρὰ τὰ λοιπὰ τῶν γεννητῶν ἀποκρίνας, ἀλλ' ὁμοτίμως ποιεῖται τὴν πρὸς θεὸν διαστολὴν πάντων τῶν γεγονότων, οὐκ ἐξελὼν τὸν υἱὸν τῶν πάντων· καὶ διὰ τῆς τῶν ἀτόπων δῆθεν ἀνα στροφῆς φανερῶς τὸν υἱὸν τῆς θείας ἀφίστησι φύσεως, λέγων μήτε τι τῶν γεννητῶν ἀγέννητον μήτε τὸν θεὸν υἱὸν ἢ γεννητὸν λέγεσθαι, τῇ ἀντιδιαιρέσει σαφῶς τὸ φρικτὸν 3.5.36 ἐκκαλύπτων τῆς βλασφημίας. διαστείλας γὰρ τὰ γεγονότα πρὸς τὸ ἀγέννητον ἐν τῇ κατὰ τὸ ἀντίστροφον ἐπαγωγῇ οὐκέτι τὸν ἀγέννητον, ἀλλὰ τὸν θεὸν εἶπεν υἱὸν ἢ γεννητὸν ἀδύνατον εἶναι λέγειν, δεικνὺς διὰ τῶν εἰρημένων ὅτι τὸ μὴ ἀγέννητον