329
θεὸς οὐκ ἔστι καὶ ὅτι τοσοῦτον ἀπέχει ὁ μονογενὴς θεὸς διὰ τὸ γεννητὸς εἶναι τοῦ εἶναι θεός, ὅσον καὶ ὁ ἀγέννητος τοῦ γεννητὸς εἶναι ἢ λέγεσθαι. οὐ γὰρ ἀγνοίᾳ τῆς κατὰ τὸν λόγον ἀκολουθίας ἀσύμφωνόν τε καὶ ἀνάρμοστον ποιεῖται τῶν τεθέντων τὴν ἀναστροφήν, ἀλλὰ κακουργῶν τῆς εὐσεβείας τὸν λόγον ἀντιδιαστέλλει τῷ γεν νητῷ τὴν θεότητα, τοῦτο δι' ὧν λέγει κατασκευάζων, ὅτι 3.5.37 τὸ μὴ ἀγέννητον θεὸς οὐκ ἔστιν. ἡ γὰρ ἀληθὴς ἀκο λουθία τοῦ λόγου τίς ἦν; εἰπόντα μηδὲν τῶν γεννητῶν εἶναι ἀγέννητον, ἐπαγαγεῖν ὅτι οὐδὲ εἴ τι κατὰ φύσιν ἐστὶν ἀγέννητον, γεννητὸν εἶναι δύναται. ὁ γὰρ τοιοῦτος λόγος καὶ τὸ ἀληθὲς ἔχει καὶ τῆς βλασφημίας κεχώρισται. νῦν δὲ τῷ προθεῖναι μὲν ὅτι τῶν γεννητῶν οὐδέν ἐστιν ἀγέν νητον, ἐπαγαγεῖν δὲ ὅτι οὐδὲ γεννητὸς ὁ θεός, σαφῶς τοῦ εἶναι θεὸν τὸν μονογενῆ θεὸν ἀφορίζει, διὰ τοῦ μὴ ἀγέν νητον αὐτὸν εἶναι τὸ μηδὲ θεὸν αὐτὸν εἶναι κατασκευάζων. ἆρ' οὖν ἑτέρων ἔτι πρὸς ἀπόδειξιν τῆς ἐκτόπου ταύτης βλασφημίας τῶν ἐλέγχων δεόμεθα καὶ οὐκ ἀρκεῖ τοῦτο μόνον ἀντὶ στήλης γενέσθαι τῷ χριστομάχῳ τῷ κατα σκευάζοντι διὰ τῶν εἰρημένων μὴ εἶναι θεὸν τὸν ἐν ἀρχῇ 3.5.38 ὄντα λόγον θεόν; τί οὖν ἔτι χρὴ πρὸς τοὺς τοιούτους συμπλέκεσθαι; οὐδὲ γὰρ τοῖς περὶ τὰ εἴδωλα καὶ τὸν ἐπιβώμιον λύθρον ἀσχολουμένοις διαπλεκόμεθα, οὐχὶ τῷ συντίθεσθαι τῇ ἀπωλείᾳ τῶν εἰδωλομανούντων, ἀλλὰ τῷ βαρυτέραν εἶναι τὴν νόσον αὐτῶν τῆς παρ' ἡμῶν θεραπείας. ὥσπερ τοίνυν τὴν εἰδωλολατρείαν αὐτὸ καταμηνύει τὸ ἔργον καὶ προλαμβάνει τῶν κατηγόρων τὸν ἔλεγχον τὸ κακὸν ἐν παρρησίᾳ τολμώμενον, οὕτω καὶ ἐνταῦθα σιγᾶν οἶμαι δεῖν τὸν τῆς εὐσεβείας συνήγορον πρὸς τὸν βοῶντα καθ' ἑαυτοῦ περιφανῶς τὴν ἀσέβειαν, καθάπερ καὶ ἐπὶ τῶν τῷ καρκι νώδει πάθει κεκρατημένων ἄπρακτος ἡ ἰατρικὴ μένει διὰ τὸ ὑπερισχύειν τῆς τέχνης τὴν νόσον. 3.5.39 Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθ υφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς εἰρημένοις προσεξετάσωμεν. 20εἰ δὲ ἔδει20, φησί, 20πάντων ἀφέμενον ἐπὶ τὸν ἰσχυρότερον χωρῆσαι λόγον, ἐκεῖνα φήσαιμι ἄν, ὅτι καὶ τῶν ὑπ' αὐτοῦ πρὸς ἔλεγχον προβληθέντων ὀνομάτων παραδεχθέντων οὐδὲν ἧττον ἀληθὴς ὁ παρ' ἡμῶν φανερωθήσεται λόγος. εἴπερ ἡ παραλλαγὴ τῶν τὰς ἰδιότητας σημαινόν των ὀνομάτων τὴν παραλλαγὴν ἐμφαίνει τῶν πραγ μάτων, ἀνάγκη δήπου συγχωρεῖν καὶ τῇ παραλλαγῇ τῶν τὰς οὐσίας σημαινόντων συνεμφαίνεσθαι τὴν παραλλαγὴν τῶν οὐσιῶν. καὶ τοῦτο ἐπὶ πάντων οὕτως ἔχον εὕροι τις ἄν, λέγω δὲ οὐσιῶν ἐνερ γειῶν χρωμάτων σχημάτων τῶν ἄλλων ποιοτήτων. 3.5.40 πῦρ τε γὰρ καὶ ὕδωρ, διαφόρους οὐσίας, παρηλ λαγμέναις σημαίνομεν προσηγορίαις, ἀέρα τε καὶ γῆν, ψυχρόν τε αὖ καὶ θερμόν, λευκόν τε καὶ μέλαν ἢ τρίγωνον καὶ περιφερές· τί γὰρ δεῖ περὶ τῶν νοητῶν λέγειν οὐσιῶν, ἃς καταλέγων ὁ ἀπόστολος τῇ διαφορᾷ τῶν ὀνομάτων τὴν παραλλαγὴν ἐνέφηνε τῶν οὐσιῶν20; τίς οὐκ ἂν καταπλαγείη πρὸς τὴν ἀνανταγώνιστον ταύτην τοῦ ἐπι χειρήματος δύναμιν; ὑπὲρ τὴν ἐπαγγελίαν ὁ λόγος, φοβε ρωτέρα τῆς ἀπειλῆς ἡ πεῖρα. ἐπὶ τὸν ἰσχυρότερον, φησίν, 3.5.41 ἥξω τῶν λόγων. τίς οὗτός ἐστιν; ὅτι τῆς τῶν ἰδιω μάτων διαφορᾶς διὰ τῶν ὀνομάτων γινωσκομένης τῶν ση μαινόντων τὰς ἰδιότητας ἀνάγκη δήπου συγχωρεῖν, φησί, καὶ τὰς τῶν οὐσιῶν διαφορὰς ἐν ταῖς τῶν ὀνομάτων παρ αλλαγαῖς ἑρμηνεύεσθαι. τίνες οὖν αἱ τῶν οὐσιῶν προσ ηγορίαι δι' ὧν ἐπὶ πατρὸς καὶ υἱοῦ τὸ παρηλλαγμένον ἐδι δάχθη τῆς φύσεως; πῦρ λέγει καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν, ψυχρόν τε καὶ θερμόν, λευκόν τε καὶ μέλαν, τρίγωνον καὶ περιφερές. νενίκηκε τοῖς ὑποδείγμασιν, ὑπερέσχε κατὰ κράτος τῷ λόγῳ· οὐδὲ γὰρ αὐτὸς ἀντιλέγω τὰ διὰ πάντων ἀκοινώνητα τῶν ὀνομάτων τὴν τῶν φύσεων διαφορὰν συν 3.5.42 ενδείκνυσθαι. ἀλλὰ τουτὶ μόνον οὐκ εἶδεν ὁ ὀξὺς καὶ διορατικὸς τὴν διάνοιαν, ὅτι ἐνταῦθα ὅ τε πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς δίκαιός τε καὶ ἄφθαρτος καὶ πάντα τὰ τῆς θεολογίας ὀνόματα κατὰ τὸ ἴσον ἐπί τε <τοῦ> πατρὸς καὶ