330
τοῦ υἱοῦ λέγεται, ὥστε εἰ τὸ παρηλλαγμένον τῶν προσ ηγοριῶν τὴν διαφορὰν σημαίνει τῶν φύσεων, ἡ κοινότης 3.5.43 τῶν ὀνομάτων τὸ κοινὸν τῆς οὐσίας πάντως ἐνδείξεται. καὶ εἰ χρὴ συνθέσθαι τὴν θείαν οὐσίαν δι' ὀνομάτων μηνύεσθαι, πρέπον ἂν εἴη τὰς ὑψηλὰς ταύτας καὶ θεοπρεπεῖς φωνὰς ἐφαρμόζειν τῇ φύσει μᾶλλον ἢ τὴν τοῦ 20γεννητοῦ20 καὶ 20ἀγεννήτου20 ἐπωνυμίαν, ὅτι τὸ μὲν ἀγαθόν τε καὶ ἄφθαρ τον, δίκαιόν τε καὶ σοφὸν καὶ ὅσα τοιαῦτα μόνῃ προσφυῶς τῇ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζεται φύσει, τὸ δὲ γεν νητὸν καὶ πρὸς τὰ εὐτελῆ τῆς κάτω κτίσεως τὴν ὁμω νυμίαν ἔχει. γεννητὸν γάρ φαμεν καὶ κύνα καὶ βάτρα χον καὶ πάντα ὅσα διὰ γεννήσεως ἔχει τὴν πάροδον· ἀλλὰ καὶ τὸ ἀγέννητον ὄνομα οὐ μόνον ἐπὶ τοῦ ἄνευ αἰτίας ὑφεστῶτος λέγεται, ἀλλὰ καὶ πρὸς τὸ ἀνύπαρκτον ἔχει τὴν 3.5.44 οἰκειότητα. ἀγέννητος λέγεται καὶ ὁ σκινδαψός, ἀγέν νητον καὶ τὸ βλίτυρι, ἀγέννητος ὁ Μινώταυρος, ὁ Κύ κλωψ, ἡ Σκύλλα, ἡ Χίμαιρα, οὐ τῷ ἀγεννήτως εἶναι, ἀλλὰ τῷ μὴ γενέσθαι ὅλως. εἰ οὖν τὰ θειότερα τῶν ὀνο μάτων κοινὰ τῷ υἱῷ πρὸς τὸν πατέρα, τὰ δὲ ὅσα ἢ πρὸς τὸ ἀνύπαρκτον ἢ ὡς πρὸς τὰ ταπεινὰ τὴν ὁμωνυμίαν ἔχει, ταῦτα παρήλλακται, τὸ γεννητὸν ἔστω καὶ τὸ ἀγέννητον, ἡ ἰσχυρὰ τοῦ Εὐνομίου καθ' ἡμῶν ἐπιχείρησις αὐτὴ κρα τύνει τῆς ἀληθείας τὸ δόγμα, μηδεμίαν εἶναι κατὰ τὴν φύσιν διαφορὰν μαρτυροῦσα διὰ τὸ μηδὲ τοῖς ὀνόμασί τινα παραλλαγὴν καθορᾶσθαι. εἰ δὲ ἐν τῷ γεννητῷ καὶ ἀγεν νήτῳ τὸ διάφορον τῆς οὐσίας τίθεται καὶ οὕτως οἴεται τὰ ὀνόματα καθ' ὁμοιότητα τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρη μένων διακεῖσθαι ὡς τῷ πυρὶ καὶ τῷ ὕδατι πρὸς ἄλληλα, πάλιν ἐνταῦθα τὸ φρικτὸν τῆς βλασφημίας καὶ σιωπώντων 3.5.45 ἡμῶν φανερωθήσεται. τὸ πῦρ γὰρ καὶ τὸ ὕδωρ φθαρτικὴν κατ' ἀλλήλων τὴν φύσιν ἔχει καὶ ἴσως ἑκάτερον ἐν τῷ ἑτέρῳ γενόμενον τῇ ἐπικρατήσει τοῦ πλεονάζοντος φθείρεται. εἰ οὖν οὕτω διεστάναι τοῦ 20ἀγεννήτου20 τὴν φύσιν πρὸς τὴν τοῦ μονογενοῦς δογματίζει, πάντως ὅτι καὶ τὴν φθαρτι κὴν ταύτην ἐναντιότητα τῇ παραλλαγῇ τῶν οὐσιῶν ἐνυπάρ χειν κατὰ τὸ ἀκόλουθον δίδωσιν, ὡς ἀσύμβατον αὐτῶν διὰ τούτου καὶ ἀκοινώνητον εἶναι τὴν φύσιν καὶ ἐνδαπανᾶσθαι τῷ ἑτέρῳ τὸ ἕτερον, εἰ ἐν ἀλλήλοις ἀμφότερα ἢ μετ' ἀλ λήλων γένοιντο. 3.5.46 Πῶς οὖν ἐν τῷ πατρὶ ὁ υἱὸς καὶ οὐ φθείρεται, καὶ πῶς ἐν τῷ υἱῷ ὁ πατὴρ ὢν εἰς τὸ διηνεκὲς ἀντέχει μὴ δαπανώμενος, εἴπερ ἡ τοῦ πυρὸς πρὸς τὸ ὕδωρ ἰδιότης καὶ ἐν τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διασῴζεται σχέσει, καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὐδὲ γῆς πρὸς ἀέρα κοι νωνίαν ὁ λόγος βλέπει· ἡ μὲν γὰρ σταθερὰ καὶ ἐμβριθὴς καὶ ἀντίτυπος καὶ κατωφερὴς καὶ βαρεῖα, τῷ δὲ ἀέρι ἐκ τῶν ἐναντίων ἡ φύσις. ὁμοίως τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῇ ἐναντιότητι τῶν χρωμάτων εὑρίσκεται καὶ τῷ τρι γώνῳ τὸ περιφερὲς μὴ ταὐτὸν εἶναι συντίθεται· ἐκεῖνο γάρ ἐστιν ἑκάτερον ἐν τῷ λόγῳ τοῦ σχήματος, ὅπερ οὐκ ἔστι 3.5.47 τὸ ἕτερον. ἐπὶ δὲ θεοῦ τοῦ πατρὸς καὶ θεοῦ τοῦ μονο γενοῦς υἱοῦ κατὰ τί βλέπει τὴν ἐναντίωσιν οὐχ εὑρίσκω. ἀγαθότης μία, σοφία δικαιοσύνη φρόνησις δύναμις ἀφθαρσία τὰ ἄλλα πάντα, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, ἐφ' ἑκατέρου ὡσαύτως λέγεται καὶ τρόπον τινὰ ἐν τῷ ἑτέρῳ τὸ ἕτερον τὴν ἰσχὺν ἔχει· ὅ τε γὰρ πατὴρ διὰ τοῦ υἱοῦ τὰ πάντα ποιεῖ ὅ τε μονογενὴς δύναμις ὢν τοῦ πατρὸς ἐν ἑαυτῷ τὸ πᾶν κατεργάζεται. τίνα τοίνυν χρείαν πληροῖ πῦρ τε καὶ ὕδωρ εἰς ἀπόδειξιν τῆς ἐπὶ υἱοῦ τε καὶ πατρὸς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος; καὶ τίς ὁ ἰσχυρὸς ἐκεῖνος καὶ 3.5.48 ἀπόρρητος λόγος ὁ διὰ τούτων ἀποδεικνύμενος; ἀλλὰ 20τολμηροὺς20 ἡμᾶς ὀνομάζει Πέτρου καὶ Παύλου τήν τε τῆς φύσεως ἑνότητα καὶ τὴν τῶν ὑποστάσεων διαφορὰν παραστήσαντας καὶ δεινά φησι παρ' ἡμῶν τολμᾶσθαι, εἰ τοῖς ὑλικοῖς ὑποδείγμασι τῇ τῶν νοητῶν θεωρίᾳ τὸν λόγον προσάγομεν. καλῶς ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμά των, καλῶς ἐπικαλεῖ τὴν τόλμαν ἡμῖν τοῖς τὸ θεῖον διὰ 3.5.49 τῶν ὑλικῶν ἑρμηνεύουσι. τί οὖν περὶ τῶν στοιχείων ἐρεῖς, ὁ σταθερός τε καὶ περιεσκεμμένος, ἄϋλον τὴν γῆν, νοητὸν τὸ πῦρ, ἀσώματον τὸ ὕδωρ, ἔξω τῆς