331
αἰσθητῆς ἀντιλήψεως τὸν ἀέρα; οὕτω συντέτακταί σοι πρὸς τὸν σκοπὸν ἡ διά νοια, οὕτω πανταχόθεν ὀξυωπεῖς, ἄληπτον τοῖς ἀντιτεταγ μένοις διεξάγων τὸν λόγον, ὡς μὴ βλέπειν ἐν σεαυτῷ τὰ κατὰ τῶν κατηγορουμένων ἐγκλήματα; ἢ σοὶ μὲν διὰ τῆς ὕλης τὸ κατ' οὐσίαν ἀλλότριον κατασκευάζοντι συγχωρή σομεν, ἡμεῖς δὲ διὰ τῶν χωρητῶν ἡμῖν ὑποδειγμάτων τὸ οἰκεῖον τῆς φύσεως ἀποδεικνύντες ἀπόβλητοι; 3.5.50 Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσ ηγορίας ἐπ' αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ παρὰ ἀνθρώπων ὠνόμασται; σὲ μάρτυρα τοῦ λόγου προσ άγομαι. εἰ γὰρ τὴν τῶν ὀνομάτων μετάθεσιν σημεῖον ποιῇ τοῦ παρὰ ἀνθρώπων κατωνομάσθαι τὰ πράγματα, συνθήσῃ διὰ τούτου πάντως πᾶν ὄνομα παρ' ἡμῶν τεθεῖσθαι τοῖς οὖσιν ἐκ τοῦ μὴ τὰς αὐτὰς τῶν ὑποκειμένων προσηγορίας 3.5.51 παρὰ πᾶσι κεκρατηκέναι. ὡς γὰρ Παῦλος ὁ πρότερον Σαῦλος καὶ Πέτρος ἐκ Σίμωνος, οὕτω γῆ τε καὶ οὐρανὸς καὶ ἀὴρ καὶ θάλασσα καὶ πάντα τὰ τῆς κτίσεως μέρη οὐχ ὁμοίως παρὰ πᾶσιν ὠνόμασται, ἀλλ' ἑτέρως μὲν παρ' Ἑβραίοις, ἑτέρως δὲ παρ' ἡμῖν καὶ παρ' ἑκάστοις τῶν ἐθνῶν διαφόροις ταῖς προσηγορίαις κατονομάζεται. εἰ οὖν ἰσχύει τῷ Εὐνομίῳ τὸ ἐπιχείρημα Πέτρον καὶ Παῦλον διὰ τοῦτο μετακεκλῆσθαι κατασκευάζοντι διὰ τὸ παρ' ἀνθρώ πων αὐτοῖς τὰς προσηγορίας τεθεῖσθαι, ἰσχύσει πάντως καὶ ὁ ἡμέτερος λόγος ἐκ τῶν ὁμοίων ὁρμώμενος ὁ πάντα παρ' ἡμῶν κατωνομάσθαι λέγων διὰ τὸ πάντων τὰς προσ 3.5.52 ηγορίας κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἐνηλλάχθαι. εἰ δὲ τὰ πάντα οὕτως, οὐδὲ τὸ γεννητὸν πάντως καὶ ἀγέννητον ἄλλως· καὶ γὰρ καὶ ταῦτα τῶν μετονομαζομένων ἐστί. τὸ γὰρ ἐγγενόμενον ἡμῖν περὶ τὸ ὑποκείμενον νόημα εἰς ὀνό ματος τύπον μεταλαμβάνοντες ἄλλοτε ἄλλοις ῥήμασι τὸ νοηθὲν ἐξαγγέλλομεν, οὐχὶ ποιοῦντες τὸ πρᾶγμα, ἀλλὰ ση μαίνοντες δι' ὧν ὀνομάζομεν. τὰ μὲν γὰρ πράγματα, καθὼς ἂν ἔχῃ φύσεως, ἐφ' ἑαυτῶν μένει, ἡ δὲ διάνοια τῶν ὄντων ἐφαπτομένη δι' ὧν ἂν γένηται δυνατὸν ῥημάτων ἐκ καλύπτει τὸ νόημα. καὶ ὥσπερ οὐ συμμετεβλήθη τῇ μετα βολῇ τοῦ ὀνόματος ἡ οὐσία τοῦ Πέτρου, οὕτως οὐδὲ ἄλλο τι τῶν θεωρουμένων ἐν τῇ τῶν ὀνομάτων ἐπαλλαγῇ μετα 3.5.53 βάλλεται. διὸ καὶ τὴν τοῦ 20ἀγεννήτου20 φωνὴν παρ' ἡμῶν ἐπιτεθεῖσθαί φαμεν τῷ ἀληθινῷ καὶ πρώτῳ πατρὶ τῷ τοῦ παντὸς αἰτίῳ καὶ μηδεμίαν ἐν τῇ σημασίᾳ τοῦ ὑποκειμένου γίνεσθαι βλάβην, εἰ ἐξ ἑτέρας φωνῆς τὸ ἴσον γνωρίσαιμεν ἔξεστι γὰρ ἀντὶ τοῦ εἰπεῖν 20ἀγέννητον20 πρῶτον αἴτιον αὐτὸν προσειπεῖν ἢ πατέρα τοῦ μονογενοῦς ἢ ἐκ μηδεμιᾶς αἰτίας ὑφεστηκότα καὶ πολλὰ τοιαῦτα ὅσα πρὸς τὴν αὐτὴν διάνοιαν φέρει· ὥστε καὶ δι' ὧν ἐγκαλεῖ λόγων κρατύνει τὰ ἡμέτερα δόγματα, ὅτι ὄνομα τῆς θείας φύσεως σημαν 3.5.54 τικὸν οὐκ ἐμάθομεν. ἀλλὰ τὸ μὲν εἶναι αὐτὴν ἐδιδάχθημεν, δύναμιν δὲ προσηγορίας τοιαύτης, δι' ἧς ἐμπεριλαμβάνεται ἡ ἄφραστός τε καὶ ἀόριστος φύσις, ἢ οὐκ εἶναι καθόλου φαμὲν ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι. ὥστε παρεὶς τὴν συνήθη μυθολογίαν δεικνύτω τὰς σημαντικὰς τῶν οὐσιῶν προσηγο ρίας καὶ τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων συνδιασχιζέτω 3.5.55 τὸ ὑποκείμενον. ἕως δ' ἂν ὁ τῆς γραφῆς ἀληθεύῃ λόγος, ὅτι Ἀβραὰμ καὶ Μωϋσῆς οὐκ ἐχώρησαν τὴν τοῦ ὀνόματος γνῶσιν, καὶ ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ εἶδεν αὐτὸν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι τὸ περὶ αὐτὸν φῶς ἀπρόσιτον καὶ τῆς μεγαλωσύνης αὐτοῦ πέρας οὐκ ἔστιν, ἕως ἂν ταῦτα λαλῆται παρ' ἡμῖν καὶ πιστεύηται, πᾶς λόγος ὁ περίληψίν τινα καὶ ἑρμηνείαν τῆς ἀορίστου φύσεως διὰ τῆς ὀνοματικῆς σημασίας ἐπαγ γελλόμενος ὅμοιός ἐστι τῷ διὰ τῆς ἰδίας παλάμης πᾶσαν ἐμπεριλαμβάνειν οἰομένῳ τὴν θάλασσαν. ὃ γάρ ἐστι χειρὸς κοτύλη πρὸς πέλαγος ὅλον, τοῦτο πᾶσα δύναμις λόγων πρὸς τὴν ἄφραστόν τε καὶ ἀπερίληπτον φύσιν. 3.5.56 Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ' ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται κἀκεῖνος οὐ γεγέννηται. τί δὲ κατὰ τὴν φύσιν ἐστὶν ὁ δίχα γεννήσεως ὢν καὶ ὁ