332
γεγεννῆσθαι πεπιστευμένος, ἐκ τῆς τοῦ γεννη θῆναι καὶ μὴ γεννηθῆναι σημασίας οὐκ ἐδιδάχθημεν. εἰπόντες γὰρ ὅτι οὗτος ἢ γεγέννηται ἢ οὐ γεγέννηται, δι πλῆν ἐντυπούμεθα διὰ τῶν εἰρημένων διάνοιαν, τῷ μὲν δεικτικῷ τοῦ λόγου πρὸς τὸ ὑποκείμενον βλέποντες, τῷ δὲ γεγέννηται ἢ οὐ γεγέννηται τὸ τῷ ὑποκειμένῳ προσθεω ρούμενον διδασκόμενοι, ὡς ἄλλο μέν τι περὶ τοῦ ὄντος νοεῖν, 3.5.57 ἄλλο δέ τι περὶ τοῦ ἐπιθεωρουμένου τῷ ὄντι. ἀλλὰ καὶ παντὶ ὀνόματι τῷ περὶ τὴν θείαν λεγομένῳ φύσιν τὸ ἐστὶ πάντως συνυπακούεται, οἷον δίκαιος ἄφθαρτος ἀθάνατός τε καὶ ἀγέννητος καὶ εἴ τι ἕτερον λέγεται· κἂν μὴ τῇ φωνῇ συμπαρομαρτοῦν τύχῃ τὸ ῥῆμα τοῦτο, ἀλλ' ἡ διάνοια πάντως τοῦ φθεγγομένου καὶ τοῦ ἀκούοντος τῷ ἐστί προσ απαρτίζει τὸ ὄνομα, ὡς εἰ μὴ τοῦτο προσκέοιτο, κατὰ κενοῦ τὴν προσηγορίαν πίπτειν. οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι παραστῆσαι τὸν λόγον) εἰπόντος τοῦ ∆αβὶδ ὅτι ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, εἰ μὴ συν υπακούοιτο τῶν κατειλημμένων ὀνομάτων ἑκάστῳ τὸ ἐστί, ματαία δόξει καὶ ἀνυπόστατος ἡ τῶν προσηγοριῶν ἀπαρίθ μησις, πρὸς οὐδὲν ὑποκείμενον ἐρειδομένη· συνυπακουομένου δὲ τοῦ ἐστὶν ἑκάστῳ τῶν ὀνομάτων, ἰσχύσει πάντως τὰ 3.5.58 εἰρημένα περὶ τὸ ὂν θεωρούμενα. ὥσπερ τοίνυν εἰπόντες ὅτι κριτής ἐστι διὰ μὲν τῆς κρίσεως ἐνέργειάν τινα περὶ αὐτὸν ἐνοήσαμεν, διὰ δὲ τοῦ ἐστὶ τῷ ὑποκειμένῳ τὸν νοῦν ἐπεβάλομεν, σαφῶς διδασκόμενοι διὰ τούτων μὴ τὸν αὐτὸν νομίζειν τῇ ἐνεργείᾳ τὸν τοῦ εἶναι λόγον, οὕτως καὶ ἐκ τοῦ εἰπεῖν ὅτι γεννητὸς ἢ ἀγέννητός ἐστι μερίζομεν πρὸς διπλῆν ὑπόληψιν τὴν διάνοιαν, διὰ μὲν τοῦ ἐστί νοοῦντες τὸ ὑπο κείμενον, διὰ δὲ τοῦ γεννητὸς ἢ ἀγέννητος τὸ προσὸν τῷ 3.5.59 ὑποκειμένῳ καταλαμβάνοντες. καθάπερ τοίνυν κριτὴν ἢ μακρόθυμον παρὰ τοῦ ∆αβὶδ εἶναι τὸν θεὸν διδαχθέντες οὐ τὴν θείαν οὐσίαν, ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐμάθομεν, οὕτως καὶ ἐνταῦθα τὸ μὴ γεγεννῆσθαι ἀκού σαντες οὐ τὸ ὑποκείμενον διὰ τῆς ἀπεμφάσεως ἔγνωμεν, ἀλλὰ τί οὐ χρὴ περὶ τὸ ὑποκείμενον νοεῖν ὡδηγήθημεν, τὸ δὲ κατ' οὐσίαν ὅ τι ποτέ ἐστιν οὐδὲν ἧττον ἐν ἀδήλῳ μένει, οὕτω καὶ τῆς ἁγίας γραφῆς τὰ μὲν λοιπὰ τῶν θείων ὀνομάτων κατὰ τοῦ ὄντος κατηγορούσης, αὐτὸ δὲ τὸ ὂν ἀκατονόμαστον τῷ Μωϋσῇ παραδούσης. ὁ τοίνυν τοῦ ὄντος ἐκκαλύπτων τὴν φύσιν μὴ τὰ περὶ τὸ ὂν διεξίτω, ἀλλ' 3.5.60 αὐτὴν ἡμῖν φανερούτω δι' ὧν λέγει τὴν φύσιν. πᾶν γὰρ ὅτιπερ ἂν εἴπῃς ὄνομα περὶ τὸ ὄν ἐστιν, οὐκ ἐκεῖνό ἐστιν, ἀγαθὸς 20ἀγέννητος20 ἄφθαρτος· ἀλλὰ τὸ ἐστὶν ἑκάστῳ τούτων οὐκ ἀπολείπεται. τούτου τοίνυν τοῦ ὄντος ἀγαθοῦ καὶ ὄντος 20ἀγεννήτου20, καθὸ ἔστι, τὸν λόγον τις ἀπο δώσειν ἐπαγγειλάμενος μάταιος ἂν εἴη τὰ μὲν ἐπιθεωρού μενα λέγων, αὐτὴν δὲ σιωπῶν τὴν οὐσίαν ἣν ἑρμηνεύειν τῷ λόγῳ κατεπαγγέλλεται. τὸ γὰρ ἀγεννήτως εἶναι ἓν τῶν ἐπιθεωρουμένων ἐστὶ τῷ ὄντι, ἄλλος δὲ τοῦ εἶναι καὶ ἄλλος τοῦ πως εἶναι ὁ λόγος· ὃ μέχρι τοῦ νῦν ἄρρητόν τε καὶ ἀνερμήνευτον ἐκ τῶν εἰρημένων ἐστίν. οὐκοῦν φανερωσάτω πρότερον ἡμῖν τὰ τῆς οὐσίας ὀνόματα, καὶ τότε τῇ παραλ λαγῇ τῶν προσηγοριῶν διατεμνέτω τὴν φύσιν· ἕως δ' ἂν τὸ ζητούμενον ἀνεκφώνητον μένῃ, μάτην αὐτῷ τὰ περὶ τῶν ὀνομάτων τετεχνολόγηται, τῶν ὀνομάτων οὐκ ὄντων. 3.5.61 Ἡ μὲν οὖν 20ἰσχυροτέρα20 τῶν Εὐνομίου κατὰ τῆς ἀληθείας λαβὴ τοιαύτη, πολλῶν κατὰ τὸ μέρος τοῦτο τῆς λογογραφίας σιωπηθέντων δογμάτων. δοκεῖ γάρ μοι πρέ πειν τοῖς τὸν ἐνόπλιον τοῦτον κατὰ τῶν ἐχθρῶν τῆς ἀλη θείας τρέχουσι δρόμον πρὸς τοὺς πεφραγμένους ποσῶς τῇ πιθανότητι τοῦ ψεύδους ὁπλίζεσθαι, τοῖς δὲ νεκροῖς καὶ ὀδωδόσι τῶν νοημάτων μὴ ἐμμολύνειν τὸν λόγον. τὸ γὰρ οἴεσθαι 20πάντα ὅσα τῷ τῆς οὐσίας ἥνωται λόγῳ πάντως ἐν σώμασιν εἶναι καὶ φθορᾷ συνεζεῦ χθαι20 (τοῦτο γὰρ ἐν τῷ μέρει τούτῳ φησίν) ὡς νεκρώδη δυσωδίαν ἑκὼν ὑπερβήσομαι, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἐκ τοῦ προχείρου κατιδεῖν δυναμένου τὸ τεθνηκός 3.5.62 τε καὶ διαπεπτωκὸς τοῦ λόγου. τίς γὰρ οὐκ οἶδεν ὅτι πλῆ θος μὲν ἄπειρον τῶν ἀνθρωπίνων ἐστὶ ψυχῶν, οὐσία δὲ πάσαις ὑπόκειται μία καὶ τὸ ὁμοούσιον