333
ὑποκείμενον ἐν αὐταῖς τῆς σωματικῆς διαφθορᾶς ἠλλοτρίωται; ὥστε νη πίοις φανερὸν εἶναι τὸν λόγον, ὅτι τὰ σώματα οὐ διὰ τὸ ὁμοούσια εἶναι ἀλλήλοις διὰ τοῦτο φθείρεταί τε καὶ δια λύεται, ἀλλὰ διὰ τὸ σύνθετον εἰληφέναι τὴν φύσιν. ἄλλος δὲ τοῦ συνθέτου καὶ ἕτερος τοῦ κοινοῦ τῆς οὐσίας λόγος· ὥστε τὸ μὲν ὁμοούσια τὰ φθαρτὰ σώματα λέγειν ἀληθές ἐστιν, ἡ δὲ ἀναστροφὴ τὸ ἀληθὲς οὐκ ἔχει· εἴ τι ὁμοούσιον, τοῦτο καὶ φθαρτόν ἐστι πάντως, ὡς ἐπὶ τῶν ψυχῶν ἀπο δείκνυται, ὧν καὶ οὐσία μία καὶ φθορὰ τῇ κοινότητι 3.5.63 τῆς οὐσίας οὐ πρόσεστιν. ὁ δὲ περὶ τῶν ψυχῶν ἀποδοθεὶς λόγος καὶ περὶ πάσης νοερᾶς ὑποστάσεως τῆς ἐν τῇ κτίσει θεωρουμένης οἰκείως ἂν ἔχοι. οὐ γάρ, καθὼς Εὐνόμιος βούλεται, αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων φύσεις τινὰς ἀλλήλων παρηλλαγ μένας σημαίνουσιν, ἀλλ' ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται τὸ μὴ φύσεων διαφοράς, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ, φησί, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις καὶ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι τὸ κατ' ἐνεργείας 3.5.64 τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν καὶ τὸ ἐξουσιάζειν καὶ τὸ κυριεύειν καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἂν ὁ λελογισμένος εἰς οὐσιῶν διαφορὰς ἀπαγάγοι, προδήλως τῆς ἐνεργείας ὑφ' ἑκάστου τῶν ὀνο μάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τοῖς κατειλεγμένοις ὀνόμασι παρὰ τοῦ Παύλου σημαίνεσθαι φρεναπατᾷ ἑαυτόν, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται, σαφῶς ἐνδει κνυμένης τῆς τῶν ὀνομάτων σημασίας ὅτι ἀξιωμάτων τινῶν διαφορὰς ὁ ἀπόστολος ἐν ταῖς νοηταῖς δυνάμεσιν οἶδεν, οὐκ οὐσιῶν ἑτερότητας διὰ τῶν ὀνομάτων ἐνδείκνυται. 3.6.1 Τὰ μὲν οὖν 20ἰσχυρὰ20 τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστά των ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐπὶ τῶν ὑπολοίπων, τοῖς κατὰ τῶν ἰσχυρῶν ἐλέγχοις καὶ τῶν ἄλλων τῇ δυνάμει συναπελεγχθέντων· καθάπερ ἐπὶ τῶν πολέμων συμβαίνει, τοῦ δυνατωτέρου τῶν ἄλλων καταπεσόντος μη κέτι τὸ λειπόμενον τῆς στρατιᾶς ἐν λόγῳ τινὶ τοῖς κεκρα τηκόσι τοῦ ἰσχύοντος γίνεσθαι. ἀλλ' οὐκ ἐᾷ σιωπᾶν τὸ κεφάλαιον τῆς βλασφημίας ἐν τοῖς ἐφεξῆς τοῦ λόγου προ κείμενον· τὴν γὰρ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τοῦ μονο γενοῦς πάροδον, τοῦτο δὴ τὸ φρικτόν τε καὶ ἄθεον καὶ πάσης ἀσεβείας φευκτότερον δόγμα τοῦ Εὐνομίου, νῦν τῇ 3.6.2 ἀκολουθίᾳ τοῦ λόγου κατασκευάζει. καὶ ἐπειδὴ πᾶσι τοῖς διὰ τῆς ἀπάτης ταύτης γεγοητευμένοις ἕτοιμον ἐπὶ γλώσσης ἐστὶν εἰς κατασκευὴν τοῦ ἐκ μὴ ὄντος εἶναι τὸν ἡμᾶς καὶ πᾶσαν τὴν κτίσιν ἐξ οὐκ ὄντων ποιήσαντα τὸ λέγειν εἰ ἦν, οὐ γεγέννηται, καὶ εἰ γεγέννηται, οὐκ ἦν, καὶ πολλὴν ἔχει διὰ τούτων ἡ ἀπάτη τὴν συμμαχίαν, τῶν μικροψυχοτέρων ἐν τῇ ἐπιπολαίῳ ταύτῃ πιθανότητι στενοχωρουμένων καὶ πρὸς συγκατάθεσιν τῆς βλασφημίας ὑπαγομένων, ἀνάγκη μὴ παρελθεῖν τὴν ῥίζαν τῆς πικρίας τοῦ δόγματος, ἵνα μή, καθώς φησιν ὁ ἀπόστολος, ἄνω φύουσα διοχλῇ. πρῶ τον δέ φημι δεῖν αὐτὸν ἐφ' ἑαυτοῦ τὸν λόγον κατανοῆσαι δίχα τῆς πρὸς τοὺς ἐναντίους μάχης, εἶθ' οὕτως ἐπὶ τὴν ἐξέτασίν τε καὶ τὸν ἔλεγχον τῶν ἐκτεθέντων ἐλθεῖν. 3.6.3 Ἓν γνώρισμα τῆς ἀληθινῆς θεότητος ὁ τῆς ἁγίας γραφῆς ὑποδείκνυσι λόγος, ὃ διὰ τῆς ἄνωθεν φωνῆς ἐδι δάχθη ὁ Μωϋσῆς ἀκούσας τοῦ εἰπόντος ὅτι Ἐγώ εἰμι ὁ ὤν. οὐκοῦν τοῦτο μόνον θεῖον εἶναι ὡς ἀληθῶς πιστεύειν οἰόμεθα δεῖν, ὃ κατὰ τὸ ἀΐδιόν τε καὶ ἀόριστον ἐν τῷ εἶναι καταλαμβάνεται, καὶ πᾶν τὸ περὶ αὐτὸ θεωρούμενον ἀεὶ ὡσαύτως ἔχει, οὔτε προσγινόμενον οὔτε ἀπογινόμενον. ὥστε εἴ τις λέγοι περὶ θεοῦ ὅτι πρότερον μὲν ἦν νῦν δὲ οὐκ ἔστιν ἢ ὅτι νῦν μὲν ἔστι πρότερον δὲ οὐκ ἦν, ἐπίσης ἄθεον κρίνομεν τῶν εἰρημένων ἑκάτερον· κολοβοῦται γὰρ ὁμοίως δι' ἀμφοτέρων ὁ τῆς ἀϊδιότητος λόγος καθ' ἑκάτερον μέρος ὁμοίως τῷ ἀνυπάρκτῳ περισκεπόμενος, εἴτε προθεωροίη τις τὸ μὴ ὂν τοῦ ὄντος εἴτε καταλήγειν τὸ ὂν εἰς τὸ μὴ ὂν ἀποφαίνοιτο,