334
καὶ οὐδὲν παραμυθεῖται τὴν ἀσεβῆ περὶ τὸ θεῖον ὑπόληψιν ἐν πρώτοις ἢ τελευταίοις ἐπιθρυλού 3.6.4 μενον τῷ θεῷ τὸ ἀνύπαρκτον. διὰ τοῦτο τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα κατασκευὴν ἄρνησίν τε καὶ ἀθέ τησιν τῆς ἀληθινῆς θεότητος εἶναι διοριζόμεθα. ἐπειδὴ γὰρ ὁ μὲν διὰ τοῦ φωτὸς ἑαυτὸν τῷ Μωϋσῇ δείξας ὄντα ἑαυτὸν ὀνομάζει λέγων Ἐγώ εἰμι ὁ ὤν, Ἠσαΐας δὲ καθάπερ ὄργανον τοῦ ἐν αὐτῷ φθεγγομένου γενόμενος ἐκ προσώπου λέγει τοῦ ὄντος ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ὡς διὰ τούτου νοεῖσθαι καθ' ἑκατέραν ἔννοιαν ἐπὶ θεοῦ τὸ ἀΐδιον, ὁμοίως δὲ καὶ ἡ πρὸς τὸν Μανωὲ γενομένη φωνὴ τὸ ἀπερίληπτον εἶναι διὰ τῆς τοῦ ὀνόματος σημασίας τὸ θεῖον ἐνδείκνυται, ὅτε μαθεῖν ἀξιοῦντος τοῦ Μανωὲ τὸ ὄνομα, ὡς προελθούσης εἰς ἔργον τῆς ἐπαγγελίας ἐπ' ὀνόματος δοξάσῃ τὸν εὐεργέτην, λέγει πρὸς αὐτὸν Τί τοῦτο ἐρωτᾷς; καὶ αὐτό ἐστιν θαυμαστόν, ὡς διὰ τούτου μαθεῖν ὅτι ἕν ἐστι σημαντικὸν τῆς θείας φύσεως ὄνομα, τὸ ἀρρήτως περὶ 3.6.5 αὐτῆς ἡμῖν θαῦμα κατὰ ψυχὴν ἐγγινόμενον, ὡσαύτως δὲ καὶ ὁ μέγας ∆αβὶδ ἐν τοῖς καθ' ἑαυτὸν λόγοις τὸ ἴσον βοᾷ, ὡς πάσης μὲν τῆς κτίσεως ὑπ' αὐτοῦ παραχθείσης εἰς γένεσιν, μόνου δὲ τοῦ θεοῦ ὡσαύτως ἀεί τε ὄντος καὶ εἰσαεὶ διαμένοντος, ἐν οἷς φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· ταῦτα καὶ τὰ τοιαῦτα παρὰ τῶν θεοφορουμένων ἀκούοντες πᾶν, ὃ μὴ ἐξ ἀϊδίου ἐστίν, ὡς πρόσφατόν τε καὶ ἀλλότριον τῆς ἀληθινῆς θεότητος τοῖς 3.6.6 εἰδωλολάτραις προσκυνεῖν καταλείπομεν. τὸ γὰρ νῦν ὄν, πρότερον δὲ μὴ ὂν πρόσφατόν ἐστι πάντως καὶ οὐκ ἀΐδιον, τὸ δὲ πρός τι τῶν προσφάτων ὁρᾶν δαιμόνων λατρείαν ὁ Μωϋσῆς ὀνομάζει λέγων Ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν, καινοὶ καὶ πρό σφατοι ἥκασιν. εἰ οὖν πᾶν τὸ πρόσφατον ἐν σεβάσματι δαι μόνων ἐστὶ λατρεία καὶ τῆς ἀληθινῆς θεότητος ἠλλοτρίω, ὃ δὲ νῦν μὲν ἔστιν, ἀεὶ δὲ οὐκ ἦν, πρόσφατόν ἐστι καὶ οὐκ ἀΐδιον, ἀναγκαίως πρὸς τὸ ὂν βλέποντες τοὺς τὸ μὴ ὂν τῷ ὄντι συνθεωροῦντας καὶ λέγοντας, ὅτι ποτὲ οὐκ ἦν, 3.6.7 τοῖς θεραπευταῖς τῶν εἰδώλων ἐγκαταλέγομεν. καὶ γὰρ ὁ μέγας Ἰωάννης τὸν μονογενῆ θεὸν τῷ ἰδίῳ καταγγέλλων κηρύγματι παντοίως τὸν ἑαυτοῦ κατασφαλίζεται λόγον, ὡς μή τινα πάροδον τὴν τοῦ μὴ εἶναι ὑπόληψιν κατὰ τοῦ ὄντος λαβεῖν. λέγει γὰρ ὅτι ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν καὶ φῶς ἦν καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα τὰ ἀγαθὰ πάντοτε ἦν καὶ οὐδὲν οὐδέποτέ τι τῶν καλῶν οὐκ ἦν ὁ πάντων τῶν ἀγαθῶν τὸ πλήρωμα ὢν 3.6.8 καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς ὤν. εἰ τοίνυν Μωϋσῆς μὲν οἷόν τινα χαρακτῆρα τῆς ἀληθινῆς θεότητος ἡμῖν νομοθετεῖ τὸ μηδὲν ἄλλο περὶ θεοῦ γινώσκειν ἢ τοῦτο μόνον, ὅτι ἔστι (τοῦτο γὰρ ἐνδείκνυται τὸ Ἐγώ εἰμι ὁ ὤν), Ἠσαΐας δὲ τὸ πανταχόθεν ἀόριστον τοῦ ὄντος βοᾷ τῷ κηρύγματι, μήτε δι' ἀρχῆς μήτε διὰ τέλους βλέπων τὸ ὂν ἐπὶ τοῦ θεοῦ ὁριζόμενον (ὁ γὰρ εἰπὼν ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ἐν οὐθετέρῳ τὸν ὅρον τῆς ἀϊδιότητος ἵστησιν, ὡς μήτε πρὸς τὴν ἀρχὴν ὁρῶντας εὑρεῖν τι σημεῖον, ἀφ' οὗ ἔστι καὶ μεθ' ὃ οὐκ ἦν, μήτε πρὸς τὸ ἐφεξῆς τὴν διάνοιαν ἀνάγοντας ὅρῳ τινὶ διακόπτειν τοῦ ὄντος τὴν ἐπὶ τὸ ἀΐδιον πρόοδον), τοῦ δὲ προφήτου ∆αβὶδ πρόσφατόν τε καὶ ἀλλότριον θεὸν προσκυνεῖσθαι ἀπαγορεύοντος, ὧν ἑκά τερον ἐν τοῖς δόγμασίν ἐστι τῆς αἱρέσεως [ἐν μὲν τῷ μὴ ἀϊδίῳ τὸ πρόσφατον, ἐν δὲ τῷ τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως ἀπεξενῶσθαι τὸ ἀλλότριον σαφῶς ἐπιδείκνυται]· 3.6.9 τούτων οὖν οὕτως ἐχόντων πᾶσαν τὴν διὰ τῶν σοφισμάτων κατασκευὴν τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα οὐδὲν ἄλλο ἢ παράβασιν τοῦ Χριστιανισμοῦ καὶ τροπὴν εἰς εἰδωλολατρείαν εἶναι διοριζόμεθα. τοῦ γὰρ εὐαγγελιστοῦ διὰ τῆς θεολογίας πανταχόθεν ἐξορίσαντος τὸ μὴ ὂν ἐκ τοῦ ὄντος καὶ διὰ τῆς συνεχοῦς τοῦ ἦν ἐπαναλήψεως τὴν τοῦ μὴ εἶναι ὑπόνοιαν ἐπιμελῶς ἐξαλείψαντος, μονογενῆ δὲ θεὸν καὶ λόγον θεοῦ καὶ υἱὸν θεοῦ καὶ ἴσον θεῷ καὶ πάντα τὰ τοιαῦτα κατονομάσαντος, παγίαν ἔχομεν ταύτην ἐν ἑαυτοῖς τὴν κρίσιν καὶ ἀμετάθετον, ὅτι εἰ θεός ἐστιν ὁ μονογενὴς υἱός, ἀεὶ χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸν θεὸν 3.6.10