335
πεπιστευμένον. ἀλλὰ μὴν εἰ ἀληθῶς ἐστι θεός, καὶ ἀεὶ πάντως ἔστι καὶ οὐδέποτε ἐν τῷ μὴ εἶναι καταλαμβάνεται. θεὸς γάρ, καθὼς πολλάκις εἰρήκαμεν, εἰ νῦν ἔστι, καὶ ἀεὶ πάντως ἦν, εἰ δέ ποτε μὴ ἦν, οὐδὲ νῦν ἔστιν ὅλως. ἀλλ' ἐπειδὴ τὸ υἱὸν εἶναι τὸν μονογενῆ θεὸν καὶ εἰσαεὶ διαμένειν καὶ παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁμολογεῖται, τοῦτό φαμεν ὅτι ἐν τῷ πατρὶ ὢν οὐ καθ' ἓν μόνον ἐστὶν ἐν αὐτῷ, ἀλλὰ κατὰ πάντα ὅσα νοεῖται ὁ πατήρ, διὰ πάντων ἐστὶν ἐν αὐτῷ. ὡς οὖν ἐν τῷ ἀφθάρτῳ τοῦ πατρὸς ὢν ἄφθαρτός ἐστι καὶ ἐν τῷ ἀγαθῷ ἀγαθὸς καὶ ἐν τῷ δυνατῷ δυνατὸς καὶ ἐν ἑκάστῳ ὢν τῶν πρὸς τὸ κρεῖττον ἐν τῷ πατρὶ νοου μένων ἐκεῖνό ἐστιν, οὕτως καὶ ἐν τῷ ἀϊδίῳ πάντως ἀΐδιος. 3.6.11 ἡ δὲ τοῦ πατρὸς ἀϊδιότης ἐν τῷ μήτε ἐκ τοῦ μὴ ὄντος ἄρξασθαι μήτε εἰς τὸ μὴ ὂν καταλήγειν γνωρίζεται. οὐκοῦν ὁ πάντα τὰ τοῦ πατρὸς ἔχων καὶ ἐν πάσῃ τῇ δόξῃ τοῦ πατρὸς θεωρούμενος ὥσπερ ἐν τῷ ἀτελευτήτῳ τοῦ πατρὸς ὢν ζωῆς τέλος οὐκ ἔχει, οὕτω καὶ ἐν τῷ ἀνάρχῳ τοῦ πατρὸς ὢν ἀρχὴν ἡμερῶν οὐκ ἔχει, καθώς φησιν ὁ ἀπό στολος, ἀλλὰ καὶ ἐκ τοῦ πατρός ἐστι καὶ ἐν τῇ ἀϊδιότητι τοῦ πατρὸς καθορᾶται, καὶ τούτῳ μάλιστα τῷ τρόπῳ τὸ διὰ πάντων τῆς εἰκόνος ἀπαράλλακτον πρὸς τὸν οὗ ἐστιν εἰκὼν θεωρεῖται, καὶ ἀληθὴς ὁ λόγος ἐν τούτοις εὑρί σκεται ὁ εἰπὼν ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. 3.6.12 ἀλλὰ καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον οὕτως ἂν μά λιστα νοηθείη καλῶς καὶ προσφυῶς ἔχον, τὸ ἀπαύγασμα εἶναι τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τὸν υἱόν. τοῖς γὰρ ἀδυνατοῦσιν ἐπὶ τὸ ὕψος τῆς θεογνωσίας τὸν λο γισμὸν ἀγαγεῖν διὰ τῆς τῶν νοητῶν θεωρίας, τούτοις ἐκ τῶν τῇ αἰσθήσει προφαινομένων ἐμποιεῖ τινα τοῖς ἀκούουσιν 3.6.13 ὁ ἀπόστολος τοῦ ἀληθοῦς φαντασίαν. ὡς γὰρ τὸ ἡλιακὸν σῶμα ὅλῳ τῷ περιέχοντι κύκλῳ χαρακτηρίζεται καὶ ὁ τὸν κύκλον ἰδὼν ὅλου τοῦ κατὰ τὸ βάθος ὑποκειμένου τὴν ὑπόστασιν διὰ τοῦ φαινομένου ἀνελογίσατο, οὕτως εἶπεν ἐν τῷ μεγέθει τῆς τοῦ υἱοῦ δυνάμεως τὸ τοῦ πατρὸς μεγα λεῖον χαρακτηρίζεσθαι, ἵνα ὅσον τοῦτο γινώσκεται, τοσοῦτον 3.6.14 εἶναι κἀκεῖνο πιστεύηται· καὶ πάλιν ὡς ἐκ παντὸς τοῦ ἡλιακοῦ κύκλου ἡ τοῦ φωτὸς λαμπηδὼν ἀπαυγάζεται (οὐ γὰρ τὸ μέν τι λάμπει, τὸ δὲ ἀλαμπές ἐστι τοῦ κύκλου), οὕτως ὅλη ἡ δόξα, ἥτις ἐστὶν ὁ πατήρ, τῷ ἐξ ἑαυτῆς ἀπαυγάσματι τουτέστι τῷ ἀληθινῷ φωτὶ πανταχόθεν περι αυγάζεται· καὶ ὡς ἐκ τοῦ ἡλίου μὲν ἐστὶν ἡ ἀκτίς (οὐ γὰρ ἂν ἦν ἀκτίς, εἰ μὴ ἥλιος ἦν), οὐ μήν ποτε χωρὶς τῆς ἀπαυγαζομένης ἀκτῖνος ἐφ' ἑαυτοῦ νοεῖται ὁ ἥλιος, οὕτω τὸ συναφές τε καὶ ἀΐδιον τῆς ἐκ τοῦ πατρὸς ὑπάρξεως τοῦ μονογενοῦς παραδιδοὺς ὁ ἀπόστολος ἀπαύγασμα δόξης τὸν υἱὸν κατωνόμασε. 3.6.15 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ' ἄν τις ἀμφι βάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπί στευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχειρον ἔννοιαν μὴ συμβαίνειν ὁ λόγος τῷ λόγῳ ὁ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι λέγων τῷ μαρτυροῦντι αὐτῷ τὸ ἀΐδιον. εἰ δὲ χρὴ καὶ δι' ἑτέρων τὸν λόγον πιστώσασθαι, δυνατὸν ἂν γέ νοιτο νοῆσαι τὸ περὶ τούτου δόγμα διά τινων τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν γνωριζομένων. μηδεὶς δὲ ἐπηρεαζέτω τῷ λόγῳ μὴ δυναμένῳ τοιαύτην ἐν τοῖς οὖσιν εὑρεῖν εἰκόνα τοῦ ζητουμένου, ἣ διὰ πάντων ἀρκέσει δι' ἀναλογίας τινὸς 3.6.16 καὶ ὁμοιότητος πρὸς τὴν τοῦ προκειμένου παράστασιν. βου λόμεθα γὰρ τοὺς λέγοντας πρότερον βεβουλεῦσθαι τὸν πατέρα, εἶθ' οὕτως ἐλθεῖν ἐπὶ τὸ γενέσθαι πατέρα καὶ διὰ τούτου τὸ μεταγενέστερον τῷ λόγῳ κατασκευάζοντας πεῖσαι δι' ὧν ἂν γένοιτο δυνατὸν ἡμῖν ὑποδειγμάτων μετάγειν πρὸς τὸ εὐσεβὲς τὴν διάνοιαν. οὔτε γὰρ ἡ ἄμεσος αὕτη συνά φεια ἐκθλίβει τὴν βούλησιν τοῦ πατρὸς ὡς κατά τινα φύ σεως ἀνάγκην ἀπροαιρέτως τὸν υἱὸν ἐσχηκότος, οὔτε ἡ βούλησις διΐστησι τοῦ πατρὸς τὸν υἱὸν ὥς τι διάστημα μεταξὺ παρεμπίπτουσα, ὡς μήτε ἐκβάλλειν τοῦ δόγματος τὴν ἐπὶ τῷ υἱῷ βούλησιν τοῦ γεννήσαντος, οἷον στενοχωρου μένην ἐν τῇ συναφείᾳ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνό τητος, μήτε μὴν τὴν ἀδιάστατον διαλύειν συνάφειαν, ὅταν ἐν 3.6.17 θεωρῆται τῇ γεννήσει ἡ βούλησις. τοῦτο γὰρ τῆς βαρείας ἡμῶν καὶ δυσκινήτου φύσεώς ἐστιν