336
ἴδιον, τὸ μὴ ἐν ταὐτῷ πολλάκις παρεῖναι ἡμῖν καὶ τὸ ἔχειν τι καὶ τὸ βούλεσθαι, ἀλλὰ νῦν μὲν βουλόμεθά τι ἔχειν ὧν οὐκ ἔχομεν, μετὰ ταῦτα δὲ τυγχάνομεν ὧν τυχεῖν ἠβουλήθημεν. ἐπὶ δὲ τῆς ἁπλῆς καὶ παντοδυνάμου φύσεως ὁμοῦ τὰ πάντα καὶ κατὰ ταὐτὸν νοεῖται, καὶ τὸ θέλειν τὸ ἀγαθὸν καὶ τὸ ἔχειν ὅπερ ἠθέλησε. πάντοτε γὰρ ἐνεργὸν καὶ ἐνούσιον καὶ ἐνυπόστατον τῇ ἀϊδίῳ φύσει τὸ ἀγαθόν τε καὶ τὸ ἀΐδιον ἐνθεωρεῖται θέλημα, οὔτε ἀπό τινος ἰδιαζούσης ἀρχῆς ἐγγινόμενον οὔτε 3.6.18 δίχα τοῦ θελητοῦ νοηθῆναι δυνάμενον. οὐδὲ γὰρ ἐνδέχεται παρὰ τῷ θεῷ ἢ τὸ ἀγαθὸν θέλημα μὴ εἶναι ἢ μὴ συνεῖναι τὸ θελητὸν τῷ βουλήματι, οὐδεμιᾶς αἰτίας οὔτε τὸ πρέπον τῷ πατρὶ μὴ πάντοτε εἶναι [μὴ] οὔσης οὔτε πρὸς τὸ ἔχειν τὸ βουλητὸν ἐμποδιζούσης. ἐπεὶ οὖν φύσει τὸ ἀγαθόν, μᾶλλον δὲ παντὸς ἀγαθοῦ ἐπέκεινα ὁ μονογενὴς θεός, οὐκ ἀβούλητον δὲ τῷ πατρὶ τὸ ἀγαθόν, φανερῶς ἀποδείκνυται διὰ τούτων ὅτι καὶ ἄμεσός ἐστι τοῦ υἱοῦ ἡ πρὸς τὸν πατέρα συνάφεια καὶ οὐκ ἐξωθεῖται οὐδὲ ἐξείργεται ὑπὸ τῆς ἀδια στάτου συναφείας τὸ βούλημα τὸ τῇ ἀγαθῇ φύσει διὰ παντὸς ἐνυπάρχον. εἰ δέ τις ἀνεπηρεάστως ἀκούει τοῦ λόγου, καὶ τοιοῦτόν τι τοῖς εἰρημένοις προσθεῖναι βούλομαι. 3.6.19 Ὥσπερ εἴ τις (λέγω δὲ καθ' ὑπόθεσιν) προαιρετικήν τινα τῇ φλογὶ δύναμιν δοίη, δῆλον ἂν εἴη ὅτι ὁμοῦ τῷ εἶναι ἡ φλὸξ καὶ τὴν αὐγὴν ἐκλάμπειν ἀφ' ἑαυτῆς θελήσει, θελήσασα δὲ πάντως οὐκ ἀδυνατήσει, τῆς φυσικῆς δυνά μεως ἐπιτελὲς ποιούσης ὁμοῦ τῷ συστῆναι τὴν φλόγα τὸ περὶ τὴν αὐγὴν βούλημα, ὡς ἀναντιρρήτως εἰ τοῦτο δοθείη τὸ προαιρετικῶς κινεῖσθαι τὴν φλόγα, πάντων κατὰ ταὐτὸν τὴν συνδρομὴν νοεῖσθαι, τῆς τε τοῦ πυρὸς ἐξάψεως καὶ τοῦ περὶ τὴν αὐγὴν θελήματος καὶ αὐτῆς τῆς αὐγῆς, ὡς μηδὲν τῆς προαιρετικῆς κινήσεως πρὸς τὴν ὀξεῖαν τῆς αὐγῆς ὑπόστασιν ἐμποδιζούσης-οὕτως κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα καὶ τῷ πατρὶ τὸ ἀγαθὸν θέλημα συνομο λογῶν οὐκ ἀποστήσεις διὰ τοῦ θελήματος τοῦ πατρὸς τὸν 3.6.20 υἱόν· οὐδὲ γὰρ εἰκός ἐστι τὸ τοῦ εἶναι αὐτὸν βούλημα ἐμπόδιον τοῦ εὐθὺς εἶναι γίνεσθαι, ἀλλ' ὥσπερ ἐν τῷ ὀφθαλμῷ τό τε βλέπειν καὶ τὸ θέλειν βλέπειν τὸ μὲν φύσεώς ἐστιν ἐνέργεια τὸ δὲ ὁρμὴ προαιρέσεως, οὐ μὴν ἀναβολὴν ἐμποιεῖ τῇ ἐνεργείᾳ τοῦ βλέπειν πρὸς αὐτὸ τοῦτο τῆς προ αιρέσεως ἡ κίνησις (ἰδίᾳ γὰρ τούτων ἑκάτερον καὶ ἐφ' ἑαυτοῦ θεωρεῖται, οὐδὲν ἐμπόδιον πρὸς τὸ εἶναι τὸ ἕτερον τῷ ἑτέρῳ γινόμενον, ἀλλὰ τὰ δύο τρόπον τινὰ μετ' ἀλλή λων ἐστί, τῆς τε φυσικῆς ἐνεργείας τῇ προαιρέσει παρο μαρτούσης καὶ τῆς προαιρέσεως πάλιν τοῦ κατὰ φύσιν οὐκ 3.6.21 ἀπολιμπανομένης κινήματος)· ὡς οὖν τῷ ὀφθαλμῷ ἡ κατα νόησις συμφυής ἐστι καὶ ἡ τοῦ ὁρᾶν βούλησις οὐδεμίαν ὑπέρθεσιν πρὸς αὐτὸ τὸ ὁρᾶν ἐνεποίησεν, ἀλλὰ καὶ θέλει αὐτῷ εἶναι τὴν ὅρασιν καὶ ὃ θέλει ἐστίν, οὕτω καὶ ἐπὶ τῆς ἀρρήτου καὶ ὑπὲρ πᾶσαν ἔννοιαν φύσεως πάντων ἅμα κατὰ ταὐτὸν ἐγγίνεται ἡμῖν ἡ διάνοια, τῆς τε ἀϊδίου τοῦ πατρὸς ὑπάρξεως καὶ τοῦ περὶ τὸν υἱὸν θελήματος καὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ, καθώς φησιν ὁ Ἰωάννης, ἐν τῇ ἀρχῇ ὄντος καὶ 3.6.22 οὐ μετὰ τὴν ἀρχὴν νοουμένου· ἀρχὴ δὲ τοῦ παντὸς ὁ πατήρ. ἀλλ' ἐν τῇ ἀρχῇ ταύτῃ καὶ ὁ υἱὸς εἶναι κεκήρυκται ἐκεῖνο ὢν κατὰ τὴν φύσιν, ὅπερ ἐστὶν ἡ ἀρχή. θεὸς γὰρ ἡ ἀρχὴ καὶ ὁ ἐν τῇ ἀρχῇ ὢν λόγος θεός ἐστιν. τῆς δὲ ἀρχῆς τὸ ἀΐδιον ἐνδεικνυμένης καλῶς ὁ Ἰωάννης τῇ ἀρχῇ συν άπτει τὸν λόγον ἐν αὐτῇ εἶναι λέγων τὸν λόγον, τοῦτο ὡς οἶμαι κατασκευάζων, ἵνα μὴ φθάσῃ μόνη καθ' ἑαυτὴν ἐγγενέσθαι ἡ ἀρχὴ τῷ ἀκούσαντι, ἀλλὰ πρὶν ταύτην ἐν τυπωθῆναι τῇ διανοίᾳ συγκατανοηθῇ τῇ ἀρχῇ καὶ ὁ λόγος ὁ ἐν ἐκείνῃ ὤν, συνεισελθὼν μετ' αὐτῆς εἰς τὴν τοῦ ἀκού οντος ἔννοιαν καὶ μετὰ τῆς ἀρχῆς τῇ ἀκοῇ ἐγγενόμενος. 3.6.23 Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντεξετάζοντα. λέγει δὲ οὕτως· 20δύο γὰρ ὄντων20, φησί, 20τῶν ὑφ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεν νηθεῖσαν πρὸ πάντων εἶναι, οὐθέτερον τῶν εἰρημένων ἐλέγχει ψεῦδος. οὔτε γὰρ ὡς πρὸ τῆς