337
ἀνωτάτω γεννήσεως καὶ συστάσεως ἦν εἰπεῖν ἐτόλμησεν, ἀντιπιπτούσης τῆς τοῦ πα τρὸς φύσεως καὶ τῆς τῶν σωφρονούντων κρί σεως. τίς γὰρ ἂν καὶ παραδέξαιτο σωφρονῶν υἱὸν ὄντα καὶ γεννητὸν πρὸ τῆς ἀνωτάτω γεν νήσεως, μὴ δεομένου γεννήσεως πρὸς τὸ εἶναι 3.6.24 ὅ ἐστι τοῦ χωρὶς γεννήσεως ὄντος20. εἰ μὲν οὖν ἀληθεύει τὸν διδάσκαλον ἡμῶν μηδὲν ἠγωνίσθαι λέγων πρὸς τὰς ἀντιθέσεις, εἰδεῖεν ἂν πάντες ὅσοι τοῖς λόγοις ἐκείνου καθωμιλήκασιν. ἐγὼ δέ (μικρὸν γὰρ εἰς ἀπόδειξιν κακίας τὸν ἔλεγχον τῆς περὶ ταῦτα συκοφαντίας εἶναι λογί ζομαι) καταλιπὼν τὸ δεῖξαι μὴ ἀνεξέταστον παρεωρᾶσθαι τὸ μέρος τοῦτο παρὰ τοῦ διδασκάλου πρὸς τὴν ἐξέτασιν τῶν προτεθέντων, ὅπως ἂν οἷόν τε ᾖ, τρέψω τὸν λόγον. δύο φησὶν ἐν τῷ καθ' ἑαυτὸν εἰρηκέναι λόγῳ, ἓν μὲν τὸ πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονο 3.6.25 γενοῦς, ἕτερον δὲ τὸ γεννηθεῖσαν πρὸ πάντων εἶναι. ἀλλ' ὅτι μὲν οὐ καινή τις οὐσία παρὰ τοῦ πατρὸς ἐγεννήθη ἔξω τῆς ἐν αὐτῷ τῷ πατρὶ θεωρουμένης, ἱκανῶς οἶμαι διὰ τῶν προειρημένων ἡμῖν ἀποδεδεῖχθαι καὶ μηδὲν χρῄζειν ἡμᾶς, ὡς πρώτως ἡμῖν προενεχθέντος τοῦ λόγου, πρὸς τὴν τοι αύτην βλασφημίαν συμπλέκεσθαι, πρὸς τοῦτο δὲ μόνον ἀναγκαῖον εἶναι τὴν σπουδὴν γενέσθαι τῷ λόγῳ, πρὸς τὴν ἄθεον αὐτοῦ λέγω καὶ φρικώδη φωνὴν τὴν φανερῶς εἰποῦσαν 3.6.26 περὶ τοῦ θεοῦ λόγου ὅτι οὐκ ἦν. ἀλλὰ καὶ περὶ ταύτης τῆς βλασφημίας ἐν τοῖς προειρημένοις μετρίως διαλαβόντος τοῦ λόγου τάχα περιττὸν ἂν εἴη πάλιν διὰ τῶν ὁμοίων θεωρημάτων τὰ προαποδεδειγμένα κατασκευάζειν. τούτου γὰρ ἕνεκεν καὶ προείρηται παρ' ἡμῶν ἐκεῖνα, ὡς τῆς εὐσε βοῦς διανοίας προεντυπωθείσης τοῖς ἐντυγχάνουσιν κατα φανεστέραν γενέσθαι τῶν ἐναντίων τὴν βλασφημίαν τῶν ἐπὶ τοῦ μονογενοῦς θεοῦ τὸ μὴ εἶναι τοῦ εἶναι κατασκευαζόν των πρεσβύτερον. 3.6.27 ∆οκεῖ δέ μοι καλῶς ἔχειν αὐτὸ τῆς γεννήσεως τὸ σημαινόμενον δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι. ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐστὶν ὁ λόγος, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος γινομένων ταύτας τὰς διαφορὰς κατειλή 3.6.28 φαμεν. τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τῶν γινομένων τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ διὰ τῆς ἐν τοῖς σώμασιν ὑλι κῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα τὸ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστι καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ νοεῖται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος. ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἕκαστον τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ 3.6.29 ἀέρι ἐξ αὐτῶν ἐντικτομένην εὐωδίαν. ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέννησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ 3.6.30 τινι θεωρίᾳ κατενοήσαμεν. τὰ γὰρ ὅσα θαυματουργεῖται παρὰ τῆς φύσεως τῆς σώματα ζῴων τινῶν εἰς ἑτεροφυῆ τινα μεταβαλλούσης ἢ ἀπό τινος τῶν ὑγρῶν ἀλλοιώσεως ἢ σπερμάτων φθορᾶς ἢ ξύλων σηπεδόνος ζῷά τινα δημιουρ γούσης ἢ ἐκ τῆς τοῦ πυρὸς συμπιλήσεως τὸν ψυχρὸν ἐκ τῶν δαλῶν ἀτμὸν ἐναποληφθέντα τῷ βάθει πρὸς ζῴου γένεσιν μεταποιούσης, ὃ σαλαμάνδραν προσαγορεύουσιν, κἂν ἔξω τῶν διορισθέντων εἶναι δοκῇ, οὐδὲν ἧττον ἐν τοῖς εἰρημέ 3.6.31 νοις ἐστί. διὰ γὰρ