339
κτίσεως ποίησις οὔτε ἡ τοῦ υἱοῦ σημασία χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ ἐξ αὐτοῦ τε καὶ μετ' αὐτοῦ νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμ 3.6.39 φάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν ἐκ τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ' ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύ οντος. ἐπεὶ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκεν καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ 3.6.40 ἐκ τοῦ νοῦ φημι καὶ τοῦ λόγου. ἀλλὰ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὡς μήποτε ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς κοινὴν ἔν νοιαν λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι. διὰ τοῦτο ἐν οὐσίᾳ βλέπειν τὸν λόγον παρασκευάζει τῷ πρώτῳ κηρύγματι καὶ ἐν οὐσίᾳ οὐκ ἀπεξενωμένῃ τινὶ καὶ ἀπερρωγυίᾳ τῆς ὅθεν ἐστίν, ἀλλ' ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει. ταῦτα γὰρ διδάσκει λέγων ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, [καὶ] πάντα ὅσα ἐστὶν 3.6.41 ἡ ἀρχὴ καὶ αὐτὸς ὤν. οὕτως γὰρ περὶ τῆς ἀϊδιότητος τοῦ μονογενοῦς θεολογῶν διεξέρχεται. τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ γινωσκομένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων μεταληφθῆναι, κρινάτω δικαίαν κρίσιν ὁ ἐντυγχάνων τῷ λόγῳ, εἴ τι τῶν παρὰ τῆς αἱρέσεως φερομένων ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχει. 3.6.42 Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. 20δύο20, φησί, 20ὄντων τῶν παρ' ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννή σεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεννηθεῖσαν πρὸ πάντων εἶναι20. ποῖον γεν νήσεως εἶδος ὁ δογματιστὴς ἡμῖν προτείνεται; ἆρα τὸ πρέπον ἐπὶ θεοῦ νοεῖν τε καὶ λέγειν; καὶ τίς οὕτως ἄθεος 3.6.43 ὥστε προεπινοεῖν τοῦ θεοῦ τὸ μὴ εἶναι; ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ὑλικὴν ταύτην γένεσιν βλέπων τὴν κάτω φύσιν τῆς περὶ τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως ποιεῖται διδά σκαλον, καὶ ἐπειδὴ βοῦς ἢ ὄνος ἢ κάμηλος πρὸ τῆς ἰδίας γεννήσεως οὐκ ἔστι, τοῦτο καὶ ἐπὶ τοῦ μονογενοῦς βούλεται λέγειν, ὃ ἐπὶ τῶν ζῴων ἡ ἀκολουθία τῆς κάτω φύσεως δίδωσι βλέπειν, οὐδὲ τοῦτο νοῶν ὁ σωματικὸς θεολόγος, ὅτι τὸ μονογενὲς ἐπὶ θεοῦ λεγόμενον αὐτῷ τῷ ῥήματι τὸ πρὸς πᾶσαν γένεσιν ἀκοινώνητόν τε καὶ ἰδιάζον ἀποσημαίνει. 3.6.44 πῶς γὰρ ἂν εἴη μονογενὴς αὕτη ἡ γέννησις, εἰ κοινωνίαν κατὰ τὴν ἔμφασιν καὶ ταὐτότητα πρὸς ἄλλην γέννησιν ἔχοι; τὸ γὰρ μόνον κατ' ἐξαίρετον ἐπ' αὐτοῦ νοεῖσθαι, ὃ οὐκ ἔστιν ἐπ' ἄλλης κατανοῆσαι γεννήσεως, κυρίως τε καὶ προσ φυῶς τῷ προσρήματι τοῦ μονογενοῦς ἑρμηνεύεται· ὡς εἴ γέ τι τῆς κάτω γεννήσεως καὶ ἐπ' αὐτοῦ θεωροῖτο, οὐκέτ' ἂν εἴη μονογενὴς ὅ τισι τῆς γεννήσεως ἰδιώμασι πρὸς τὰ 3.6.45 λοιπὰ τῶν γεννηθέντων κοινοποιούμενος. εἰ γὰρ τὰ αὐτὰ καὶ ἐπὶ τούτου λέγοιτο, ἃ καὶ ἐπὶ τῶν ἄλλων τῶν διὰ γεν νήσεως εἰς τὸ εἶναι προϊόντων λέγεται, εἰς ἀδελφικήν τινα σχέσιν τὸ τοῦ μονογενοῦς σημαινόμενον μετασκευάσει ὁ λόγος. οὐκοῦν εἰ τὸ ἄμικτόν τε καὶ ἀκοινώνητον πρὸς τὰ λοιπὰ τῶν γινομένων ἐνδείκνυται τὸ τοῦ μονογενοῦς σημαινόμενον, οὐδὲν τῶν περὶ τὴν κάτω γέννησιν ὁρωμένων καὶ ἐπὶ τῆς ἐκ τοῦ πατρὸς ὑποστάσεως τοῦ υἱοῦ νοεῖσθαι καταδεξόμεθα. ἀλλὰ μὴν ἴδιον