340
πάντων τῶν διὰ γεννήσεως ὑφεστηκότων τὸ μὴ εἶναι πρὸ τῆς γεννήσεως· ἀλλότριον ἄρα τοῦτο τῆς τοῦ μονογενοῦς ἰδιότητος ᾧ μηδὲν τοῦ τρόπου τῆς κοινῆς γεν νήσεως [εἴδους τὸ πεπλανημένον] προσεῖναι ἡ τοῦ μονο 3.6.46 γενοῦς ἐπωνυμία μαρτύρεται. οὐκοῦν πιστωθήτω ὁ ὑλικὸς οὗτος καὶ τῇ αἰσθήσει φίλος διὰ τοῦ ἑτέρου τῆς γεννήσεως εἴδους τὸ πεπλανημένον τῶν ὑπολήψεων αὐτοῦ διορθώσασθαι. τί γὰρ ἐρεῖς, ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου ἀκούσῃς, ὅτι οὐκ ἦν τὸ ἀπαύγασμα πρὸ τῆς ἰδίας γεννή σεως; ἀλλ' ὅταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις οὔτε τὸ μύρον· οὐ γὰρ ἔστιν ἢ τυφλὴν ἐφ' ἑαυτῆς καὶ ἀλαμπῆ ποτε νομισθῆναι τὴν δόξαν εἶναι ἢ τὸ μύρον τῆς εὐπνοίας ἄγονον· ὥστε εἰ τὸ ἀπαύγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως, καὶ τῆς ὀσμῆς μὴ οὔσης τὸ μηδὲ τὸ 3.6.47 μύρον εἶναι συναπεδείχθη. εἰ δὲ φοβεῖ τινα ταῦτα παρὰ τῆς γραφῆς παραληφθέντα τὰ ὑποδείγματα ὡς οὐκ ἀκριβῶς τὸ μεγαλεῖον τοῦ μονογενοῦς παριστῶντα διὰ τὸ μὴ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ κατὰ τὴν οὐσίαν ἢ τὸν ἀτμὸν τῷ μύρῳ ἢ τὴν ἀκτῖνα τῷ ἡλίῳ, ὁ ἀληθινὸς λόγος διορθωσάσθω τὸν φόβον ὁ ἐν τῇ ἀρχῇ ὢν καὶ πάντα ὢν ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ τοῦ παντὸς προϋπάρχων, οὕτως ἐν τῷ κηρύγματι τοῦ Ἰωάννου βοήσαντος ὅτι καὶ πρὸς τὸν θεὸν ἦν ὁ λόγος καὶ 3.6.48 θεὸς ἦν ὁ λόγος. εἰ οὖν θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ καὶ ὁ υἱός, τίς ἔτι καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονο γενοῦς θεολογίαν ἀμφιβολία, ὅταν τῇ μὲν τοῦ υἱοῦ ση μασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζηται, τῷ δὲ ἀπαυγά σματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ θεοῦ προσ ηγορίᾳ κατὰ τὸ ἴσον ἐφηρμοσμένῃ πατρί τε καὶ υἱῷ τὸ διὰ πάντων ὁμότιμον, ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ πατρὸς ἐπιθεωρούμενος τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέ θους διασημαίνῃ, καὶ ἡ μορφὴ τοῦ θεοῦ τὴν διὰ πάντων καταμηνύῃ ταὐτότητα τῷ πάντα δεικνύειν ἐφ' ἑαυτῆς, δι' ὧν ἡ θεότης χαρακτηρίζεται. 3.6.49 Πάλιν τοίνυν προθῶμεν τοῦ Εὐνομίου τὸν λόγον. 20οὐκ ἦν20, φησί, 20πρὸ τῆς ἰδίας γεννήσεως20. τίς οὗτός ἐστιν ὃν οὐκ εἶναι λέγει; εἰπάτω τὰ θεῖα ὀνόματα, οἷς ὁ κατ' Εὐνόμιόν ποτε μὴ ὢν ὀνομάζεται. οὐκοῦν φῶς ἐρεῖ καὶ μακαριότητα ζωήν τε καὶ ἀφθαρσίαν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα. ὁ τοίνυν 20πρὸ τῆς γεννήσεως20 λέγων αὐτὸν 20μὴ εἶναι20 ἄντικρυς ταῦτα βοᾷ ὅτι οὐκ ἦν ἀλήθεια ὅτε ἐκεῖνος οὐκ ἦν, οὐκ ἦν ζωή, οὐκ ἦν φῶς, οὐκ ἦν δύναμις, οὐκ ἦν ἀφθαρσία, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον νοουμένων οὐδέν, καὶ τὸ ἔτι τούτων παραλογώτερον καὶ εἰς ἀσέβειαν 3.6.50 χαλεπώτερον, οὐκ ἦν ἀπαύγασμα, οὐκ ἦν χαρακτήρ. ἐν γὰρ τῷ μὴ εἶναι λέγειν ἀπαύγασμα τὸ μηδὲ τὴν ἀπαυγά ζουσαν δύναμιν εἶναι συγκατασκευάζεται πάντως, ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν τὸ καὶ λάμπειν τὸν λύχνον συνενεδείξατο, καὶ ὁ μὴ εἶναι τὴν αὐγὴν λέγων τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ υἱὸς μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκο 3.6.51 λούθου διὰ τούτων κατασκευάζεται. εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον κατὰ τὴν ἀποστολικὴν μαρ τυρίαν, καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως καὶ ἡ σοφία τοῦ θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημ μένων μὴ εἶναι λέγων τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάσματος μὴ ὄντος ὁμολογεῖσθαι μὴ εἶναι μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν, καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος μηδὲ τὴν χαρακτηριζο μένην εἶναι ὑπόστασιν, σοφίας δὲ καὶ δυνάμεως θεοῦ μὴ 3.6.52 οὔσης μηδὲ ἐκεῖνον πάντως εἶναι ὁμολογεῖσθαι τὸν δίχα σοφίας τε καὶ δυνάμεως ἐφ' ἑαυτοῦ μὴ νοούμενον. εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς θεὸς πρὶν γενέσθαι, καθώς φησιν ὁ Εὐνόμιος, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ πατήρ, οὗ ὁ υἱὸς δύναμίς ἐστι καὶ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύ γασμα· οὐ γὰρ ἔστιν ἐπινοῆσαι τῷ λόγῳ οὔτε ὑπόστασιν ἀχαρακτήριστον οὔτε ἀλαμπῆ δόξαν οὔτε ἄσοφον θεόν, οὐκ ἄχειρα δημιουργόν, οὐκ ἄλογον ἀρχήν, οὐκ ἄπαιδα πατέρα, ἀλλὰ πάντα τὰ τοιαῦτα ἐπί τε