341
τῶν ὁμολογούντων καὶ ἐπὶ τῶν ἀθετούντων [καὶ] ἀλλήλοις συναναφαίνεται καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται. 3.6.53 ἐπειδὴ τοίνυν κατασκευάζεται παρ' αὐτῶν τὸ μὴ εἶναι τὸν υἱὸν πρὸ τοῦ γενέσθαι ὅ ἐστιν ἀπαύγασμα δόξης, ἡ δὲ ἀκο λουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ καὶ τὴν τῆς δόξης ἀϊδιότητα, δόξα δὲ ὁ πατήρ, ὅθεν τὸ μονο γενὲς φῶς ἀπηυγάσθη, νοησάτωσαν οἱ περιττοὶ τὴν σοφίαν ὅτι σύμμαχοι τῶν Ἐπικουρείων δογμάτων ἀναπεφήνασιν, ἐν 3.6.54 προσχήματι Χριστιανισμοῦ τὴν ἀθεΐαν πρεσβεύοντες. διπλῆς τοίνυν κατὰ τὸ ἀκόλουθον τῆς ἀτοπίας ἀναφανείσης, ἢ καθ όλου μὴ εἶναι τὸν θεὸν λέγειν ἢ μὴ ἀνάρχως εἶναι, ἑλέ σθωσαν τὸ δοκοῦν ἐκ τῶν φανέντων, ἢ ἄθεοι λέγεσθαι ἢ μηκέτι ἄναρχον εἶναι τῷ πατρὶ τὴν ζωὴν λέγειν. ἀλλὰ μὴν φεύγειν εἰκὸς αὐτοὺς τὸ ἀθέους νομίζεσθαι· οὐκοῦν λείπεται τὸ μὴ εἶναι ἀΐδιον τὸ θεὸν κατασκευάζειν. εἰ δὲ τοῦτο ἡ τῶν ἀποδειχθέντων ἀκολουθία συναναγκάζει, ποῦ αἱ ποικίλαι καὶ εὔστροφοι τῶν ὀνομάτων ἀντιστροφαί; ποῦ ἡ ἀμήχανος τῶν συλλογισμῶν ἀνάγκη διὰ τῆς τοῦ ἀγεν νήτου πρὸς τὸ γεννητὸν διαστολῆς τὰς γραώδεις ἀκοὰς περικομποῦσα; 3.6.55 Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. καλῶς δ' ἂν ἔχοι μηδὲ τὸ ἐφεξῆς παριδεῖν ἀνεξέταστον· σιωπάσθω δὲ τὰ διὰ μέσου παίγνια, οἷς ὁ δεινὸς οὗτος ῥήτωρ μειρακιωδῶς ἐναβρύνεται εἴτε παίζων εἴτε σπουδάζων ἐν ταῖς καθ' ἡμῶν λοιδορίαις, ὡς διὰ τούτου κρείττων κατὰ τὸν λόγον ἐσόμενος. οὐ γὰρ δὴ βιάσεταί τις ἡμᾶς ἢ τοῖς λοξοῖς τὰ ὄμματα συνδιαστρέφειν τὰς ὄψεις ἢ τοῖς ὑπὸ δαιμονίας νόσου παρα πεπληγόσι συνδιαστρεβλοῦσθαι καὶ συνεξάλλεσθαι καὶ συγ καταπίπτειν τῷ σώματι. ἀλλ' ἐκείνους μὲν ἐλεήσομεν, 3.6.56 ἡμεῖς δὲ τοῦ καθεστηκότος οὐκ ἐκστησόμεθα. φησὶ τοίνυν στρέψας πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν ἐν τῷ πράγματι λόγον, ὡς δὴ κατὰ πρόσωπον τὴν μάχην ποιούμενος ὅτι 20τοῖς ἰδίοις ἁλώσῃ πτεροῖς20. ἐκείνου γὰρ εἰρηκότος τὸ καλὸν ἀεὶ παρεῖναι τῷ ἐπὶ πάντων θεῷ, καλὸν δὲ τὸ τοιούτου παιδὸς εἶναι πατέρα· οὐκοῦν μηδέποτε τὸ καλὸν ἀπεῖναι αὐτοῦ μηδὲ ἄνευ υἱοῦ τὸν πατέρα θελῆσαι εἶναι, θελήσαντα δὲ μὴ ἀδυνατῆσαι, δυνάμενον δὲ καὶ βουλό μενον ἐν τῷ κατὰ γνώμην εἶναι καὶ ἀεὶ ἔχειν τὸν υἱὸν διὰ τὸ ἀεὶ θέλειν τὸ ἀγαθόν (πρὸς τοῦτο γὰρ ἡ διάνοια τῶν ὑπὸ τοῦ πατρὸς ἡμῶν εἰρημένων βλέπει), ταῦτα προδιασύρας ὁ Εὐνόμιος ἐκ τῆς ἔξωθεν σοφίας ἐπεισαχθεῖσαν τοιαύτην τινὰ ῥῆσιν πρὸς ἀνατροπὴν τῶν εἰρημένων προβάλλεται καί 3.6.57 φησι· 20τίς γενήσῃ λέγοντός τινος τῶν τοῖς τοι ούτοις λόγοις ἐμμεμελετηκότων, ὡς εἴπερ τὸ δημιουργεῖν καλὸν καὶ θεῷ πρέπον, πῶς οὐκ ἀνάρχως αὐτῷ τὸ καλὸν καὶ πρέπον παρῆν, εἴπερ ἄναρχος ὁ θεός; καὶ ταῦτα μήτε ἀγνοίας κωλυούσης μήτε ἀσθενείας ἐμποδιζούσης ἢ πρὸς τὸ δημιουργεῖν ἡλικίας καὶ ὅσα συμφο ρήσας κακῶς σεαυτοῦ κατέχεας· οὐ γὰρ δὴ τοῦ θεοῦ θέμις εἰπεῖν20. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν τὸν διδάσκαλον πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνασθαι, ἔδειξεν ἂν τῷ Εὐνομίῳ "1τίς ἂν ἐγένετο"2, καθὼς οὗτος ἠρώτησε, διὰ τῆς θεοπαιδεύτου γλώττης τό τε θεῖον ἐκκαλύπτων μυστήριον καὶ μαστίζων τοῖς ἐλέγχοις τοὺς τῆς ἀπάτης προστάτας, ὥστε φανερὸν γενέσθαι πᾶσιν, ὅσον τὸ μέσον ἐστὶ [μεταξὺ] διακόνου μυστηρίων Χριστοῦ καὶ μίμου γελοίων 3.6.58 ἢ ποιητοῦ καινῶν τε καὶ ἀλλοκότων δογμάτων. ἐπεὶ δὲ ὁ μέν, καθώς φησιν ὁ ἀπόστολος, ἀποθανὼν τῷ θεῷ λαλεῖ, ὁ δὲ ὡς οὐκ ὄντος τοῦ ἀντεροῦντος τοιαῦτα προβάλλει, κἂν μὴ τὸ ἴσον ἡ παρ' ἡμῶν ἀπόκρισις ἔχῃ ὡς πρὸς τὴν τοῦ μεγάλου Βασιλείου φωνήν, πλὴν ἐν παρρησίᾳ ταῦτα πρὸς τὸν ἐρωτήσαντα φήσομεν, ὅτι μαρτυρία τοῦ ἀληθεύειν ἡμᾶς ἐν οἷς τὸ δόγμα τῆς ἀσεβείας ἐλέγχομεν ὁ σὸς γίνεται λόγος ὁ ἐπὶ ἀνατροπῇ τῶν ἡμετέρων προφερόμενος λόγων. 3.6.59 οὐδὲ γὰρ ἄλλο τι τοσοῦτον ἡμεῖς αἰτιώμεθα ἢ τὸ μηδὲν οἴεσθαι διαφέρειν ὑμᾶς τοῦ κοινοῦ τῆς κτίσεως τὸν δεσπότην τῆς κτίσεως, καὶ τὸ παρ' ὑμῶν προτεινόμενον κατασκευή ἐστιν ὧν ἡμεῖς αἰτιώμεθα. εἰ γὰρ ὅπερ ἐπὶ τῆς κτίσεως βλέπεις, τοῦτο δεῖ ἐφαρμόζειν καὶ τῷ μονογενεῖ θεῷ, πέρας ἔχει τὸ παρ'