342
ἡμῶν σπουδαζόμενον· ἀπελήλεγκται γὰρ διὰ τῶν σῶν λόγων τὸ ἄτοπον καὶ πᾶσι γέγονε κατα φανές, ὅτι τε ἡμεῖς ἐν ἀληθείᾳ τὸν λόγον εὐθύνομεν καὶ ὅτι σοὶ ἡ περὶ τοῦ μονογενοῦς θεοῦ ὑπόληψις τοιαύτη ἐστὶν οἵα καὶ περὶ τὰ λοιπὰ τῶν κτισμάτων. 3.6.60 Περὶ τίνος ἡ ἀμφισβήτησις ἦν; οὐ περὶ τοῦ μονο γενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως, εἴτε ἀεὶ ἦν εἴτε ὕστερον τῷ πατρὶ προσεγένετο; τί οὖν περὶ τούτου φησὶν ἡ τοῦ διδασκάλου φωνή; ὅτι τὸ τῇ φύσει καλὸν οὐκ εὐαγές ἐστι μὴ ἀεὶ ἐν τῷ θεῷ πιστεύειν εἶναι. μηδὲ γὰρ αἰτίαν ὁρᾶν τινα, καθ' ἣν εἰκός ἐστι τὸ ἀγαθὸν τῷ ἀγαθῷ μὴ παρεῖναι, μήτε κατὰ δυνάμεως ἔλλειψιν μήτε κατὰ τὴν τῆς βουλῆς ἀτονίαν. τί πρὸς ταῦτά φησιν ὁ τοῖς εἰρημένοις μαχόμενος; ὅτι ἐὰν τὸν θεὸν λόγον δῷς ἐξ ἀϊδίου πιστεύεσθαι, καὶ περὶ τῶν δημιουργημάτων τὸ ἴσον 3.6.61 δώσεις. ὢ πῶς οἶδε διακρίνειν τῷ λόγῳ δημιουργημάτων φύσιν καὶ θείαν μεγαλειότητα, πῶς ἐπίσταται περὶ ἑκατέρου τὰ πρόσφορα, ὅσα τε περὶ τοῦ θεοῦ καὶ ὅσα περὶ τῆς κτί σεως εὐσεβές ἐστιν οἴεσθαι. 20εἰ ὁ δημιουργός20, φησίν, 20ἀπὸ χρόνου τῆς δημιουργίας ἄρχεται20· οὐ γὰρ ἄλλῳ τινὶ τὴν τῶν γεγονότων ἀρχὴν ἔστι σημειώσασθαι, μὴ ἐν τῷ ἰδίῳ διαστήματι τοῦ χρόνου τὰς ἀρχὰς καὶ τὰ τέλη 3.6.62 τοῖς γινομένοις ὁρίζοντος. διὰ τοῦτό φησι δεῖν καὶ τὸν ποιητὴν τῶν χρόνων ἀπὸ τῆς ὁμοίας ἀρχῆς τοῦ εἶναι ἄρ ξασθαι. ἀλλ' ἡ μὲν κτίσις ἀρχὴν τοὺς αἰῶνας ἔχει, τοῦ δὲ ποιητοῦ τῶν αἰώνων ποίαν ἐπινοήσεις ἀρχήν; εἰ μὲν γὰρ τὴν ἐν τῷ εὐαγγελίῳ τις λέγοι, ὁ πατήρ ἐστιν ἐκεῖ τὸ δηλούμενον, ᾧ συνημμένως καὶ ἡ τοῦ υἱοῦ ὁμολογία συν αναδείκνυται, καὶ οὐκ ἔστι τὸν ἐν τῷ πατρὶ ὄντα, καθώς φησιν ὁ κύριος, ἀπό τινος σημείου τοῦ ἐν αὐτῷ εἶναι ἄρ ξασθαι. εἰ δὲ ἄλλην τις ἀρχὴν παρ' ἐκείνην λέγοι, εἰπάτω τὸ ὄνομα ᾧ σημειοῦται τὴν τοιαύτην ἀρχήν, μηδενὸς κατα 3.6.63 λαμβανομένου πρὸ τῆς τῶν αἰώνων συστάσεως. οὐκοῦν οὐδὲν ἡμᾶς παρακινήσει τῆς εὐσεβοῦς περὶ τὸν μονογενῆ θεὸν ὑπολήψεως ὁ τοιοῦτος λόγος, κἂν ἐπικροτῶσιν αἱ γρᾶες ὡς ἰσχυρῷ τῷ προβλήματι. μένομεν γὰρ ἐπὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐρηρεισμένον ἔχοντες ἐπὶ τῆς ἀλη θείας τὸν λόγον ὅτι, ὅσα περὶ τοῦ μονογενοῦς θεοῦ λέγειν ὁ τῆς εὐσεβείας ὑποτίθεται λόγος, οὐδεμίαν ἔχει πρὸς τὴν κτίσιν τὴν οἰκειότητα, ἀλλὰ πολλῷ τῷ μέσῳ διώρισται τοῦ τε πάντα πεποιηκότος καὶ τῶν ἔργων αὐτοῦ τὰ γνωρίσματα. εἰ μὲν οὖν ἐν ἑτέροις τισὶν εἶχέ τινα κοινωνίαν ὁ υἱὸς πρὸς τὴν κτίσιν, ἔδει πάντως μηδὲ κατὰ τὸν τῆς ὑπάρξεως 3.6.64 τρόπον παρηλλάχθαι λέγειν· εἰ δὲ ἄμοιρος ἡ κτίσις τῶν τοιούτων ἐστὶ τῶν ὅσα περὶ τὸν υἱὸν μεμαθήκαμεν, ἀναγ καῖον πάντως μηδὲ κατὰ τοῦτο λέγειν τὴν κοινωνίαν ἔχειν. οὐδὲ γὰρ ἐν ἀρχῇ ἦν ἡ κτίσις οὔτε πρὸς τὸν θεὸν ἦν οὔτε θεὸς ἦν, οὐ ζωή, οὐ φῶς, οὐκ ἀνάστασις, οὐ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνομάτων οἷον ἀλήθεια, δικαιοσύνη, ἁγιασμός, κριτὴς δίκαιος, ποιητὴς τοῦ παντός, ὑπάρχων πρὸ τῶν αἰώνων, βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι, οὐκ ἀπαύγασμα δόξης ἡ κτίσις, οὐ χαρακτὴρ ὑποστάσεως, οὐκ ἀγαθότητος εἰκών, οὐ χάρις, οὐ δύναμις, οὐκ ἀλήθεια, οὐ σωτηρία, οὐκ ἀπολύτρωσις, οὐδέ τι τοιοῦτον ὅλως τῶν εἰς δόξαν τοῦ μονογενοῦς παρὰ τῆς γραφῆς λεγομένων οὐδὲν ἐπὶ τῆς κτίσεως οὔτε ἔστιν οὔτε λέγεται, ἵνα τὰς ὑψηλο τέρας παρῶμεν φωνάς, τὸ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς 3.6.65 οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. εἰ μὲν οὖν εἶχε τὰ τοιαῦτα καὶ τηλικαῦτα προσμαρτυρεῖν ὁ λόγος τῇ κτίσει, καλῶς ἂν τὸ περὶ ταύτην θεωρούμενον καὶ ταῖς περὶ τοῦ μονο γενοῦς ὑπολήψεσιν ἐφαρμόζειν ᾤετο δεῖν, ἐκ τῶν ὁμοφύλων πρὸς τὸ συγγενὲς γινομένης τῆς παραθέσεως· εἰ δὲ πάντα τὰ τοιαῦτα νοήματά τε καὶ ὀνόματα πρὸς μὲν τὸν πατέρα τὴν κοινωνίαν ἔχει, τῆς δὲ περὶ τὴν κτίσιν ὑπονοίας ὑπέρ κειται, ἆρ' οὐ καταδύσεται ὑπ' αἰσχύνης ὁ σοφὸς καὶ ἀγχί νους διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων φυσιολογῶν τὸν τῆς κτίσεως κύριον, οὔπω συνιεὶς ὅτι ἄλλα <τῆς θείας φύσεως καὶ ἄλλα> τῆς κτίσεώς ἐστι τὰ γνωρίσματα. 3.6.66 Τῶν γὰρ ὄντων πάντων ἡ ἀνωτάτω διαίρεσις εἰς τὸ