343
κτιστὸν καὶ ἄκτιστον τὴν τομὴν ἔχει, τὸ μὲν ὡς αἴτιον τοῦ γεγονότος, τὸ δὲ ὡς ἐκεῖθεν γενόμενον. διῃρημένης τοίνυν τῆς τε κτιστῆς φύσεως καὶ τῆς θείας οὐσίας καὶ οὐδεμίαν ἐπιμιξίαν ἐχούσης κατὰ τὰς γνωριστικὰς ἰδιό τητας, ἀνάγκη πᾶσα μὴ διὰ τῶν ὁμοίων ἑκατέραν νοεῖν μηδὲ τὰ αὐτὰ γνωρίσματα τῶν διεστηκότων κατὰ τὸν τῆς 3.6.67 φύσεως λόγον ἀναζητεῖν. τῆς τοίνυν ἐν τῇ κτίσει φύσεως, καθώς φησί που τῆς παναρέτου σοφίας ὁ λόγος, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ἐφ' ἑαυτῆς δεικνυούσης καὶ πᾶσι συμπαρατεινομένης τοῖς χρονικοῖς διαστήμασι, ταύτην τὴν ἰδιότητα οἷόν τινα χαρακτῆρα τοῦ ὑποκειμένου λαμβάνομεν ἐν τῷ πάντως καὶ ἀρχὴν αὐτοῦ τινα τῆς συ στάσεως βλέπειν καὶ πρὸς τὸ μέσον ὁρᾶν καὶ πρὸς τὸ πέρας ταῖς ἐλπίσι συμπαρατείνεσθαι. μεμαθήκαμεν γὰρ ὅτι οὔτε ἐξ ἀϊδίου ἦν ὁ οὐρανὸς καὶ ἡ γῆ οὔτε εἰς τὸ ἀΐδιον ἔσται, ὡς ἐκ τούτου δῆλον εἶναι ὅτι καὶ ἀπὸ ἀρχῆς τινος τὰ ὄντα ἤρξατο καὶ εἴς τι πάντως καταλήξει πέρας. ἡ δὲ θεία φύσις κατ' οὐδὲν μέρος περατουμένη, ἀλλὰ παντα χόθεν [ἐν] τῷ ἀορίστῳ πάντα περασμὸν διαβαίνουσα πόρρω 3.6.68 θέν ἐστι τῶν ἐπὶ τῆς κτίσεως εὑρισκομένων σημείων. ἡ γὰρ ἀδιάστατος καὶ ἄποσος καὶ ἀπερίγραπτος δύναμις ἐν ἑαυτῇ τοὺς αἰῶνας καὶ πᾶσαν τὴν ἐν τούτοις ἔχουσα κτίσιν καὶ πανταχόθεν τῆς τῶν αἰώνων ἀπειρίας τῇ ἀϊδιότητι τῆς ἰδίας ὑπερεκπίπτουσα φύσεως ἢ οὐδὲν ἔχει σημεῖον τὸ καταμηνύον τὴν φύσιν ἢ ἄλλο τι πάντως καὶ οὐχ ὅπερ ἡ κτίσις ἔχει. ἐπεὶ οὖν ἴδιον τῆς κτίσεως τὸ ἀρχὴν ἔχειν, ἀλλότριον ἂν εἴη τῆς ἀκτίστου φύσεως τὸ τῆς κτίσεως ἴδιον. εἰ γὰρ καθ' ὁμοιότητα τῆς κτίσεως καὶ τὴν τοῦ μονογενοῦς ὕπαρξιν ἔκ τινος καταλαμβανομένης ἀρχῆς ὑποτίθεσθαί τις ἀξιώσειε, κατ' ἀνάγκην πάντως καὶ τὴν τῶν λοιπῶν ἀκο 3.6.69 λουθίαν τῷ περὶ τοῦ υἱοῦ λόγῳ συνεφαρμόσει. οὐ γὰρ ἔστι τῆς ἀρχῆς δοθείσης μὴ συνομολογῆσαι καὶ τὸ ἑπόμενον. ὥσπερ γὰρ εἴ τις ἄνθρωπον εἶναι δοίη τινά, πάντα τὰ τῆς φύσεως ἴδια τῇ ὁμολογίᾳ ταύτῃ συνήρτησε, καὶ ζῷον αὐτὸν καὶ λογικὸν εἶναι λέγων καὶ εἴ τι ἄλλο νοεῖται περὶ τὸν ἄνθρωπον, κατὰ τὸν αὐτὸν λόγον εἰ ἕν τι τῶν περὶ τὴν κτίσιν ἰδιωμάτων ἐπὶ τῆς θείας οὐσίας κατανοήσαιμεν, οὐκέτ' ἐφ' ἡμῖν ἔσται τὸν λοιπὸν κατάλογον τῶν ἐπ' αὐτῆς θεωρουμένων μὴ ἐφαρμόσαι τῇ ἀκηράτῳ φύσει· ἡ γὰρ ἀρχὴ βιαίως τε καὶ ἀναγκαίως τὸ μεθ' ἑαυτὴν ἀκόλουθον 3.6.70 ἑπιζητήσει. ἡ γὰρ οὕτω νοουμένη ἀρχὴ τῶν μετ' αὐτήν ἐστιν ἀρχή, ὥστε εἰ ἐκεῖνα εἴη, καὶ ταύτην εἶναι, εἰ δὲ ἀναιροῖτο τὰ συνημμένα, μηδὲ τὸ προηγούμενον μένειν. τῆς τοίνυν σοφίας καὶ μεσότητα καὶ τέλος τῇ ἀρχῇ προστι θείσης, εἰ λάβοιμεν ἐπὶ τῆς τοῦ μονογενοῦς φύσεως ἀρχήν τινα ἀπό τινος σημείου ὁριζομένην τῆς ὑποστάσεως, καθὼς δογματίζει ἡ αἵρεσις, οὐ συγχωρήσει πάντως ἡ σοφία μὴ 3.6.71 καὶ τὸ πέρας καὶ τὸ μέσον τῇ ἀρχῇ συναρτῆσαι. εἰ δὲ τοῦτο γένοιτο, εὑρεθήσεται ἡμῖν ὁ θεολόγος θνητὸν τοῖς ἐπιχειρήμασιν ἀποδεικνύων τὸ θεῖον. εἰ γὰρ τῇ ἀρχῇ τὸ τέλος κατὰ τὸν τῆς σοφίας λόγον ἀναγκαίως ἐφέπεται καὶ τὸ μέσον ἐνθεωρεῖται τοῖς πέρασιν, ὁ τὸ ἓν δοὺς τῇ δυνάμει καὶ τὰ ἄλλα συγκατεσκεύασε, μέτρα καὶ πέρας ζωῆς ὁρίζων τῇ ἀορίστῳ φύσει. εἰ δὲ τοῦτο ἀσεβές τε καὶ ἄτοπον, τῆς ἴσης ἢ καὶ μείζονος ἄξιον κατηγορίας ἐστὶ τὸ ἀρχὴν δοῦναι τῷ λόγῳ τῷ εἰς ἀσέβειαν λήγοντι· ἀρχὴ δὲ τῆς τοιαύτης ἀτοπίας ἐφάνη τὸ ἐν ἀρχῇ τινι περιγεγραμ 3.6.72 μένην τοῦ υἱοῦ τὴν ζωὴν νομίσαι. ὥστε δυοῖν θάτερον, ἢ 3.6.72 μεταθήσονται πρὸς τὸν ὑγιαίνοντα λόγον ὑπὸ τῶν εἰρη μένων ἀναγκαζόμενοι καὶ τῇ τοῦ πατρὸς ἀϊδιότητι τὸν ἐξ ἐκείνου συνθεωρήσουσιν, ἢ εἰ μὴ τοῦτο βούλοιντο, καθ' ἑκάτερον περατώσουσι τοῦ υἱοῦ τὸ ἀΐδιον, τῇ ἀρχῇ καὶ τῷ τέλει τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς εἰς τὸ ἀνύπαρκτον ἄγοντες. 3.6.73 εἰ δὲ ἀτελεύτητος καὶ τῶν ψυχῶν καὶ τῶν ἀγγέλων ἡ φύσις καὶ οὐδὲν κωλύεται εἰς τὸ ἀΐδιον προϊέναι διὰ τοῦ καὶ κτιστὴ εἶναι καὶ ἀπό τινος τὴν ἀρχὴν τῆς συστάσεως ἐσχη κέναι, ὡς διὰ τούτου δύνασθαι ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ ἴσον τοὺς ὑπεναντίους εἰπεῖν, ὡς μήτε ἐξ ἀϊδίου ὄντος καὶ εἰς τὸ ἀτελεύτητον παρατείνοντος, ὁ ταῦτα προφέρων κἀ κεῖνο λογιζέσθω, ὅσῳ <τῷ>