344
μεταξὺ τῆς κτίσεως ἡ θεότης 3.6.74 διέστηκε τοῖς ἰδιώμασι. τῆς μὲν γὰρ θεότητος ἴδιον τὸ ἀνενδεὲς παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν θεωρουμένου νοή ματος, ἡ δὲ κτίσις ἐκ μετοχῆς τοῦ βελτίονος ἐν τῷ καλῷ γίνεται, ἥτις οὐ μόνον τοῦ εἶναι ἤρξατο, ἀλλὰ καὶ τοῦ ἐν τῷ καλῷ εἶναι πάντοτε διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπαυξή σεως ἐν τῷ ἄρχεσθαι καταλαμβάνεται. διότι οὐδέποτε ἐπὶ τοῦ κατειλημμένου ἵσταται, ἀλλὰ πᾶν τὸ κτισθὲν διὰ τῆς μετουσίας ἀρχὴ τῆς πρὸς τὸ μεῖζον ἀνόδου γίνεται καὶ κατὰ τὴν Παύλου φωνὴν οὐδέποτε παύεται τοῖς ἔμπροσθεν ἐπεκτεινομένη καὶ λήθην ποιουμένη τῶν ὄπισθεν. 3.6.75 Ἐπεὶ οὖν ἡ μὲν θεότης αὐτοζωή ἐστι, θεὸς δὲ ὁ μονογενὴς θεὸς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πᾶν εἴ τι ὑψηλὸν καὶ θεοπρεπές ἐστι νόημα, ἡ δὲ κτίσις ἐκεῖθεν τῶν ἀγαθῶν λαμβάνει τὴν χορηγίαν, φανερὸν ἐκ τούτων ἂν εἴη ὅτι εἴπερ μετέχουσα τῆς ζωῆς ἐν τῷ ζῆν ἐστι, καὶ εἰ παύσαιτο τῆς μετουσίας, καὶ τοῦ ἐν τῷ ζῆν εἶναι παύσεται πάντως. εἰ μὲν οὖν καὶ περὶ τοῦ μονογενοῦς θεοῦ ταῦτα λέγειν τολ μῶσιν, ὅσα περὶ τῆς κτίσεως ἀληθές ἐστι λέγειν, καὶ τοῦτο μετὰ πάντων λεγέτωσαν, ὅτι ὁμοίως τῇ κτίσει καὶ τοῦ εἶναι ἄρχεται καὶ ἐν τῷ ζῆν καθ' ὁμοιότητα τῶν ψυχῶν διαμένει. 3.6.76 εἰ δὲ ὁ μὲν αὐτοζωή ἐστι καὶ τοῦ ἐπείσακτον ἔχειν ἐν ἑαυτῷ τὴν ζωὴν οὐ προσδέεται, τὰ δὲ ἄλλα πάντα οὐχὶ ζωή ἐστιν, ἀλλὰ μεθεκτικὰ τῆς ζωῆς γίνεται, τίς ἀνάγκη διὰ τῶν ἐν τῇ κτίσει βλεπομένων παραγράφεσθαι τοῦ υἱοῦ τὸ ἀΐδιον; τὸ μὲν γὰρ ἀεὶ ὡσαύτως κατὰ τὴν φύσιν ἔχον ἀπαράδεκτόν ἐστι τοῦ ἐναντίου καὶ τῆς πρὸς τὸ ἕτερον μεταβολῆς ἀνεπίδεκτον· οἷς δὲ ἡ φύσις μεθόριος, τούτοις ἐπαμφοτερίζει πρὸς ἑκάτερον ἡ ῥοπή, κατ' ἐξουσίαν τοῖς κατὰ γνώμην προσκλινομένη. εἰ οὖν ἡ ὄντως ζωὴ ἐν τῇ θείᾳ τε καὶ ὑπερκειμένῃ θεωρεῖται φύσει, ἡ ἀπόπτωσις ταύτης πρὸς τὸ ἀντικείμενον πάντως κατὰ τὸ εἰκὸς κατα 3.6.77 λήξει. πολύσημος δὲ τῆς ζωῆς καὶ τοῦ θανάτου ἡ ἔννοια καὶ οὐ κατὰ τὸν αὐτὸν νοουμένη τρόπον. ἐπὶ μὲν γὰρ τῆς σαρκὸς ἡ τῶν σωματικῶν αἰσθήσεων ἐνέργειά τε καὶ κί νησις ζωὴ λέγεται καὶ τὸ ἔμπαλιν ἡ σβέσις αὐτῶν καὶ διάλυσις θάνατος ὀνομάζεται· ἐπὶ δὲ τῆς νοερᾶς φύσεως ἡ πρὸς τὸ θεῖον οἰκείωσις ἡ ἀληθής ἐστι ζωὴ καὶ ἡ τού του ἀπόπτωσις θάνατον ἔχει τὸ ὄνομα. διὸ καὶ τὸ ἀρ χέγονον κακὸν ὁ διάβολος καὶ θάνατος λέγεται καὶ εὑρετὴς θανάτου, ἀλλὰ καὶ κράτος ἔχειν θανάτου παρὰ τοῦ ἀπο 3.6.78 στόλου λέγεται. οὐκοῦν διπλῆς, καθὼς εἴρηται, τῆς τοῦ θανάτου σημασίας ἐκ τῶν γραφῶν νοουμένης, ὁ μὲν ἀλη θῶς ἄτρεπτός τε καὶ ἀναλλοίωτος μόνος ἔχει τὴν ἀθα νασίαν καὶ φῶς οἰκεῖ τῷ ζόφῳ τῆς κακίας ἀπρόσιτόν τε καὶ ἀπροσπέλαστον· ὅσα δὲ τοῦ θανάτου μετέχει, τῆς ἀθανασίας διὰ τῆς ἐπὶ τὸ ἐναντίον ῥοπῆς πόρρω γινόμενα *** εἰ δὲ ἀπορρυείη τῆς τοῦ ἀγαθοῦ μετουσίας, δέξαιτο ἂν τῷ τρεπτῷ τῆς φύσεως τὴν κοινωνίαν τοῦ χείρονος, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος, ἀναλογίαν τινὰ πρὸς τὸν 3.6.79 σωματικὸν θάνατον ἔχων. ὡς γὰρ ἐνταῦθα τῶν τῆς φύ σεως ἐνεργημάτων ἡ σβέσις θάνατος κέκληται, οὕτως καὶ ἐπὶ τῆς νοερᾶς οὐσίας ἡ πρὸς τὸ ἀγαθὸν ἀκινησία θάνατός ἐστι καὶ ζωῆς ἀναχώρησις· ὡς μὴ ἀντιπίπτειν τῷ λόγῳ τῷ τὴν αἱρετικὴν ἀτοπίαν ἐλέγχοντι τὸ περὶ τὴν ἀσώματον κτίσιν νοούμενον. ὁ γὰρ κατάλληλος τῇ νοερᾷ φύσει θά νατος τουτέστιν ὁ χωρισμὸς τοῦ θεοῦ, ὃν ζωὴν ὀνομάζομεν, οὐδὲ ταύτης τῆς φύσεως τῇ δυνάμει κεχώρισται. ἡ γὰρ ἐκ τοῦ μὴ ὄντος πάροδος τὸ τρεπτὸν καταμηνύει τῆς φύ σεως. ᾧ δὲ συγγενὴς ἡ ἀλλοίωσις, τοῦτο χάριτι τοῦ ἐνι σχύοντος τῆς τοῦ ἐναντίου μετουσίας ἀπείργεται, οὐχὶ δυνάμει τῆς ἰδίας φύσεως ἐν τῷ ἀγαθῷ μένει· τὸ δὲ τοι 3.6.80 οῦτον οὐκ ἀΐδιον. εἰ οὖν καὶ ἀληθεύει λέγων μὴ δεῖν διὰ τῶν αὐτῶν τὴν θείαν οὐσίαν καὶ τὴν κτιστὴν φύσιν ἀνα λογίζεσθαι μηδὲ διά τινος ἀρχῆς περιγράφειν τοῦ υἱοῦ τὸ εἶναι, ὡς ἂν μὴ τούτου δοθέντος καὶ τὰ λοιπὰ τῆς κτίσεως ἴδια τῇ τοῦ ἑνὸς ὁμολογίᾳ συμπαρεισέλθοι, ἐλέγχεται προ δήλως ἡ ἀτοπία τοῦ τὸν μονογενῆ θεὸν διὰ τῶν περὶ τῆς κτίσεως λεγομένων τῆς τοῦ πατρὸς ἀϊδιότητος ἀποσχίζοντος. ὡς γὰρ οὐδὲν ἄλλο τῶν χαρακτηριζόντων τὴν κτίσιν περὶ τὸν ποιητὴν καθορᾶται τῆς κτίσεως, οὕτως οὐδὲ