345
τὸ ἀπ' ἀρχῆς τινος εἶναι ταύτην ἀπόδειξις γίνεται μὴ πάντοτε εἶναι ἐν τῷ πατρὶ τὸν υἱόν, ὅς ἐστι σοφία τε καὶ δύναμις καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐν τῷ πατρικῷ θεωρεῖται κόλπῳ. 3.7.1 Ἀλλ' ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξιον. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. 20θεὸς γὰρ ὤν20, φησί, 20τὸ πάντων ἐξοχώτατον ἀγαθὸν καὶ πάντων κράτιστον καὶ πάσης ἀνάγκης ἐλεύθερον20. καλῶς ὁ γεννάδας καθ άπερ τι πλοῖον ἀνερμάτιστον αὐτομάτως ὑπὸ τῶν τῆς ἀπάτης κυμάτων τῷ λιμένι τῆς ἀληθείας ἐγκαθορμίζει τὸν λόγον. 20πάντων τῶν ἀγαθῶν ἐξοχώτατόν20 ἐστιν ὁ 3.7.2 θεός. ὑπέρευγε τῆς ὁμολογίας. πάντως δὲ τὸν μέγαν Ἰωάννην οὐκ ἂν γράψαιτο παρανόμων γραφήν, παρ' οὗ θεὸς ὁ μονογενὴς ἐν ὑψηλῷ τῷ κηρύγματι διαγγέλλεται ὁ καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν. οὐκοῦν εἰ ἀξιόπιστος τῆς τοῦ μονογενοῦς θεότητος κήρυξ ἐκεῖνος, 20ὁ δὲ θεὸς τὸ ἐξοχώτατόν ἐστιν ἀγαθόν20, ὁ υἱὸς ἄρα τὸ ἐξο χώτατον ἀγαθὸν παρὰ τοῦ ἐχθροῦ τῆς δόξης αὐτοῦ με μαρτύρηται. τῆς δὲ τοιαύτης φωνῆς καὶ ἐπὶ τοῦ πατρὸς ἁρμοζούσης, τὸ ὑπερθετικὸν τῆς τοῦ ἐξοχωτάτου ἐμφάσεως οὐδεμίαν ἐκ συγκρίσεως παραδέχεται μείωσιν ἢ ὑπέρθεσιν. τούτων δὲ ἡμῖν παρὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας πρὸς ἀπόδειξιν τῆς τοῦ μονογενοῦς δόξης παρειλημμένων, προσ θετέον εἰς συμμαχίαν τοῦ ὑγιαίνοντος λόγου καὶ τὸν ἐφε 3.7.3 ξῆς αὐτοῦ λόγον. φησὶ γὰρ ὅτι 20τὸ ἐξοχώτατον ἀγα θόν, ὁ θεός, ἅτε μήτε φύσεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζούσης μήτε χρείας κατε πειγούσης, γεννᾷ τε καὶ δημιουργεῖ κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βούλησιν ἀρ κοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν. εἰ τοίνυν πᾶν καλὸν κατὰ τὴν τού του βούλησιν, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν, εἴπερ 3.7.4 ἄρα ἀσθενείας τὸ ποιεῖν ὃ μὴ βούλεται20. μέχρι τούτου παραληπτέος ἡμῖν πρὸς σύστασιν τῶν εὐσεβῶν δογμάτων ὁ ἐκ ῥυπαρῶν τε καὶ παρακεκομμένων λεξει δίων † διαπεπορπημένος τῶν ἐναντίων λόγος. ὁ γὰρ 20κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βού λησιν ἀρκοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν20, ὁ τὰ πάντα κτίσας 20μήτε φύ σεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζού σης, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ 3.7.5 καὶ ὅτε γενέσθαι καλόν20. ὁ δὲ πάντα ποιῶν ὁ μονο γενής ἐστι θεός, καθὼς κηρύσσει τὸ εὐαγγέλιον. οὗτος ὅτε ἠθέλησε, τότε καὶ τὴν κτίσιν ἐποίησεν, τότε περιέσχε τῷ οὐρανίῳ σώματι διὰ τῆς κυκλοφορουμένης οὐσίας πάντα τὸν ἐντὸς τοῦ σχήματος ἀπειλημμένον κόσμον· ὅτε καλῶς ἔχειν ᾠήθη τοῦτο γενέσθαι, τότε ἀνέδειξε τὴν ξηράν, τότε τὰ ὕδατα τοῖς κοίλοις ἐγκατέκλεισε χώροις· τότε βλα στήματα, τότε καρποί, τότε ζῴων γένεσις, τότε ἀνθρώπου πλάσις, ὅτε τούτων ἕκαστον εὔκαιρον ἐδόκει τῇ σοφίᾳ τοῦ 3.7.6 κτίσαντος. ὁ δὲ τὰ πάντα ποιήσας (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον) ὁ μονογενής ἐστι θεὸς ὁ τοὺς αἰῶνας ποιήσας. τοῦ γὰρ διαστήματος τῶν αἰώνων προκαταβεβλη μένου τῶν ὄντων, εὔκαιρόν ἐστιν εἰπεῖν τὸ χρονικὸν τοῦτο ἐπίρρημα, ὅτι 20τότε20 ἐβουλήθη καὶ 20τότε20 ἐποίησεν. αἰῶνος δὲ οὐκ ὄντος οὐδέ τινος διαστηματικῆς ἐννοίας περὶ τὴν θείαν φύσιν τὴν ἄποσόν τε καὶ ἀδιάστατον θεωρουμένης, ἀργεῖν ἀνάγκη πάντως τὰς τῶν χρονικῶν ἐπιρρημάτων 3.7.7 ἐμφάσεις. ὥστε τῇ μὲν κτίσει τὴν χρονικὴν ἀρχὴν κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ τὰ πάντα πεποιηκότος δεδόσθαι λέγειν οὐκ ἔξω τοῦ εἰκότος ἐστίν· αὐτὴν δὲ τὴν θείαν φύσιν ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρεῖν μόνων τῶν τὴν νέαν σοφίαν πεπαιδευμένων ἐστίν. οἷον γὰρ κἀκεῖνο τοῖς εἰρημένοις ἐγκείμενον ὑπερέβην ἑκών, πρὸς τὸ προκεί μενον σπεύδων, ὃ νῦν εἰς ἀπόδειξιν τῆς ἀγχινοίας τοῦ λογογράφου ἐπαναλαβὼν ἀναγνώσομαι. 3.7.8 20Ὁ20 γὰρ 20ἐξοχώτατος20 αὐτοῦ 20θεὸς πρὸ τῶν ἄλ λων20, φησίν, 20ὅσα γεννητά, τῆς αὑτοῦ κρατεῖ δυ νάμεως20. ὁ μὲν λόγος ἐπ' αὐτῆς τῆς λέξεως ἀπὸ τοῦ Φίλωνος τοῦ Ἑβραίου μετενήνεκται παρὰ τοῦ λογογράφου ἐπὶ τὸν ἴδιον λόγον, καὶ ὅτῳ φίλον, ἐξ