346
αὐτῶν τῶν πεπονη μένων τῷ Φίλωνι κατάφωρος ἡ κλοπὴ τοῦ Εὐνομίου γενή σεται. ἐγὼ δὲ τοῦτο παρεσημηνάμην ἐπὶ τοῦ παρόντος οὐ τοσοῦτον τὴν πτωχείαν τῶν ἰδίων λόγων τε καὶ νοη μάτων τῷ λογογράφῳ ἐπονειδίζων, ὅσον δεῖξαι τοῖς ἐντυγ χάνουσι θέλων τὴν οἰκειότητα πρὸς τοὺς Ἰουδαίων λόγους 3.7.9 τῶν Εὐνομίου δογμάτων. οὐ γὰρ ἂν ἐπ' αὐτῆς τῆς λέξεως τοῖς τούτου νοήμασιν ὁ τοῦ Φίλωνος ἐνηρμόσθη λόγος, εἰ μή τις ἦν καὶ τῆς διανοίας τούτου πρὸς τὴν ἐκείνου συγγέ νεια. οὕτω γὰρ ἔστιν εὑρεῖν κείμενον παρὰ τῷ Ἑβραίῳ τὸν λόγον τὸ 20ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά20, τὸ δὲ ἐφεξῆς ἐκ τῆς νέας Ἰουδαϊκῆς προσερρίφη τὸ 20τῆς ἰδίας κατακρατεῖ δυνάμεως20. τοῦτο δὲ ὅσην τὴν ἀτοπίαν ἔχει, δείξει σαφῶς ὁ λόγος ἐξεταζόμενος. 20ὁ θεός20, φησί, 20κρατεῖ τῆς ἰδίας δυνάμεως20. τί ὤν, εἰπέ μοι, τίνος κρατεῖ; ἄλλο τι παρὰ τὴν δύναμιν ὢν αὐτὸς ἄλλο τι οὔσης κατακρατεῖ τῆς δυνάμεως; οὐκοῦν ἡττᾶται τῆς ἀδυ 3.7.10 ναμίας ἡ δύναμις. τὸ γὰρ ἄλλο τι παρὰ τὴν δύναμιν ὂν δύναμις πάντως οὐκ ἔστιν· καὶ οὕτως εὑρίσκεται καθὸ δύ ναμις οὐκ ἔστιν, κατ' ἐκεῖνο κρατῶν τῆς δυνάμεως. ἀλλὰ δύναμις ὢν ὁ θεὸς πάλιν ἄλλην ἐν ἑαυτῷ δύναμιν ἔχει καὶ ταύτῃ κατακρατεῖ τῆς ἑτέρας. καὶ τίς ἡ μάχη καὶ ἡ διά στασις, ὥστε μερίσαντα τὸν θεὸν τὴν ἐνυπάρχουσαν ἰσχὺν ἑαυτῷ τῷ ἑνὶ τμήματι τῆς δυνάμεως καταπαλαίειν τὸ ἕτερον; οὐ γὰρ ἂν κρατήσειε τῆς δυνάμεως ἑαυτοῦ, μὴ συμμαχούσης αὐτῷ πρὸς τοῦτο μείζονός τινος καὶ βιαιοτέρας δυνάμεως. τοιοῦτος ὁ Εὐνομίου θεός, διφυής τις ἢ πολυ σύνθετος, αὐτὸς πρὸς ἑαυτὸν μεριζόμενος, ἀσύμφωνον ἔχων τῇ δυνάμει τὴν δύναμιν, ὡς ταύτῃ μὲν πρὸς ἀταξίαν ἐκ φέρεσθαι, τῇ δὲ ἑτέρᾳ κωλύειν τὸ πλημμελὲς τῆς κινή 3.7.11 σεως. τί δὲ καὶ βουλόμενος κρατεῖ πρὸς γέννησιν ὁρμῶσαν τὴν δύναμιν, μὴ τί γένηται κακὸν ἐκ τοῦ μὴ κωλυθῆναι τὴν γέννησιν, μᾶλλον δὲ πρὸ τούτου τί τῇ φύσει τὸ κρα τούμενόν ἐστιν, ἑρμηνευσάτω. τὸ γὰρ λεγόμενον ὁρμητικήν τινα καὶ προαιρετικὴν ὑποδείκνυσι κίνησιν ἐφ' ἑαυτῆς ἰδια ζόντως θεωρουμένην. ἄλλο γάρ τι τὸ κρατοῦν καὶ ἕτερον ἐξ ἀνάγκης ἐστὶ τὸ κρατούμενον. κρατεῖ τοίνυν ὁ θεὸς τῆς δυνάμεως τί οὔσης, αὐτοπροαιρέτου τινὸς φύσεως ἢ 3.7.12 ἄλλο τι παρὰ τοῦτο; ὁρμώσης πρὸς ἐνέργειαν ἢ ἀτρεμού σης; εἰ μὲν γὰρ ἠρεμεῖν ὑποτίθεται, τὸ ἡσυχάζον τοῦ κρατοῦντος οὐκ ἐπιδέεται· εἰ δὲ κρατεῖν φησι, δηλονότι κι νουμένου τε καὶ ὁρμῶντος κρατεῖ. τοῦτο δὲ ἄλλο τι τῇ φύσει παρὰ τὸν ἐπικρατοῦντα πάντως ἐρεῖ. τί οὖν νοεῖ τοῦτο, φανερωσάτω τῷ λόγῳ. ἄλλο τι παρὰ τὸν θεὸν ἐν ὑποστάσει θεωρούμενον; καὶ πῶς ἂν εἴη ἐν τῷ θεῷ τὸ ἀλλότριον; ἢ ἕξιν τινὰ κατὰ τὸ ἀνυπόστατον ἐν τῇ θείᾳ 3.7.13 φύσει θεωρουμένην; ἀλλ' οὐκ ἂν εἴποι τοῦτο. τὸ γὰρ μὴ ὑφεστὼς οὐκ ἔστι, τὸ δὲ μὴ ὂν οὔτε κρατεῖται οὔτε ἀφίεται. τίς οὖν ἡ κρατουμένη δύναμις ἐκείνη καὶ κωλυομένη πρὸς τὴν ἰδίαν ἐνέργειαν, ἕως ἔμελλεν ὁ καιρὸς τῆς τοῦ υἱοῦ γεννήσεως ἐπιστὰς ἀκώλυτον ἀφιέναι τὴν δύναμιν πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν φέρεσθαι; τίς δὲ ἡ ἐν τῷ μέσῳ τῆς ἀναβολῆς αἰτία, δι' ἣν ὁ θεὸς τὴν τοῦ μονογενοῦς ὑπερέ θετο γέννησιν, οὔπω καλὸν εἶναι οἰόμενος τὸ γενέσθαι 3.7.14 πατήρ; τί δὲ τὸ μέσον τοῦτο ὃ μεταξὺ τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ζωῆς παρενείρεται; οὐ χρόνος, οὐ τόπος, οὐ διαστηματικόν τι νόημα, οὐκ ἄλλο τοιοῦτον οὐδέν. πρὸς τί τοίνυν ὁ ὀξὺς καὶ διορατικὸς ὀφθαλμὸς ἀτενίζων ἐνορᾷ τῆς ζωῆς τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ζωὴν τὴν διάστασιν; ἀλλὰ πανταχόθεν συνελαυνόμενος οὐδὲν μὲν εἶναι τὸ μεταξὺ καὶ αὐτὸς ἐξ ἀνάγκης συντίθεται. μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται; 3.7.15 Ἀλλ' ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρωπικῶς ἡμῖν ὡς εἷς ἡμῶν καὶ αὐτὸς δια λέγεται ὑφομολογῶν ἠρέμα τῶν λογισμῶν τὴν ἀσθένειαν καὶ καταφεύγων ἐπὶ τὸν λόγον ὃν Ἀριστοτέλης τε καὶ οἱ κατ' αὐτὸν οὐκ ἐδίδαξαν. 20τότε γάρ20, φησί, 20καλὸν καὶ πρέπον γεννῆσαι τὸν υἱόν, ὅτε ἐβούλετο, μηδε μιᾶς ἐκ τούτου ζητήσεως ἐγγινομένης τοῖς σώφροσιν τοῦ διὰ τί μὴ πρότερον20. τί ταῦτα, Εὐ νόμιε; καὶ σὺ πεζεύεις κατὰ τοὺς ἰδιώτας ἡμᾶς καὶ