347
κατα λιπὼν τὰς τεχνικὰς περιόδους ἐπὶ τὴν ἄλογον συγκατάθεσιν καὶ αὐτὸς καταφεύγεις ὁ πολλὰ τοῖς ἄνευ λογικῆς ἐντρε χείας ἐπιχειροῦσι τῷ γράφειν ἐπονειδίσας, ὁ πρὸς Βασίλειον λέγων ὅτι 20δι' ὧν ἀδύνατον τοῖς ἀνθρώποις εἶναι λέγεις τὰς ὑπὲρ τῶν πνευματικῶν λόγων εὐ θύνας, τὴν ἰδίαν ἐλέγχεις ἄγνοιαν20, καὶ πάλιν ἑτέρωθι τὸ ἴσον προφέρων ὅτι 20τὴν ἰδίαν ἀσθένειαν κοινοποιεῖς, τὸ σοὶ20 μὴ 20δυνατὸν πᾶσιν ἀδύνατον ἀποφαινόμενος20; ὁ ταῦτα καὶ τὰ τοιαῦτα λέγων οὕτω προσάγεις τὴν ἀκοὴν τοῦ ἐπιζητοῦντος τὴν αἰτίαν καθ' ἣν ἀναβάλλεται τοιούτου γενέσθαι πατὴρ ὁ πατήρ; ἀρκεῖν οἴει πρὸς ἀπόδειξιν τὸ εἰπεῖν ὅτι τότε ἐγέννησεν ὅτε ἐβούλετο, 3.7.16 καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; οὕτως σοι πρὸς τὴν κατασκευὴν τῶν δογμάτων ἠσθένησεν ἡ καταληπτικὴ φαντασία; ποῦ αἱ διλήμματοι προτάσεις; ποῦ αἱ βίαιοι κα τασκευαί; πῶς σοι φροῦδα καὶ ἀνυπόστατα διαρρυέντα τῆς τέχνης οἴχεται τὰ φοβερά τε καὶ ἄφυκτα τῶν συλλογισμῶν συμπεράσματα; 20τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις20. ταῦτα τῶν πολλῶν ἱδρώτων, ταῦτα τῶν ὑπερόγκων ἐπαγ γελμάτων <τὰ> ἀποτελέσματα; τί τὸ ἐρώτημα ἦν; εἰ καλὸν καὶ πρέπον θεῷ τοιοῦτον ἔχειν υἱόν, διὰ τί μὴ ἀεὶ τὸ καλὸν μετ' αὐτοῦ εἶναι πιστεύεται; τίς ἡ ἀπόκρισις ἣν ἐξ αὐτῶν 3.7.17 ἡμῖν τῶν ἀδύτων τῆς φιλοσοφίας πεποίηται, ταῖς ἀλύτοις ἀνάγκαις διασφίγξας τὸν λόγον; τότε ἐποίησε τὸν υἱὸν ὅτε ἐβούλετο, μηδεμία δὲ περὶ τούτου ζήτησις ἔστω, διὰ τί μὴ πρότερον. εἰ δὲ περὶ τῶν ἀλόγων τινὸς ἡ σκέψις προέκειτο τῶν κατά τινα φυσικὴν ὁρμὴν ἐνεργούντων, διὰ τί μὴ πρότερον τὸ δοκοῦν κατειργάσατο ἢ ὁ ἀράχνης τὰ νήματα ἢ τὸ κηρίον ἡ μέλιττα ἢ τὴν καλιὰν ἡ τρυγών, τί ἂν ἕτερον εἰπεῖν ἔσχες; ἢ οὐκ αὐτὴ πρόχειρος ἂν ἦν ἡ ἀπόκρισις ὅτι τότε ἐποίησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζή 3.7.18 τησις; ἀλλὰ καὶ περὶ πλάστου τινὸς ἢ ζωγράφου τὸ δο κοῦν διὰ τῆς μιμητικῆς ἐνεργοῦντος τέχνης ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅταν μὴ ὑποχείριος ὢν ἐξουσίᾳ τινὶ πρὸς ἐνέργειαν ἄγῃ τὴν τέχνην, ἁρμόζειν οἶμαι τὴν τοιαύτην φωνὴν ἐπὶ τοῦ μαθεῖν ἐθέλοντος, διὰ τί μὴ πρότερον ἐν εργὸν τὴν τέχνην ἐποίησεν, ὅτι οὐκ ἔχων ἀνάγκην καιρὸν τῆς ἐνεργείας πεποίηται τὴν προαίρεσιν. ἄνθρωποι γὰρ διὰ τὸ μήτε ἀεὶ ταὐτὰ βούλεσθαι μήτε συνεργοῦσαν ἔχειν ὡς τὰ πολλὰ τῇ βουλήσει τὴν δύναμιν τότε ποιοῦσί τι τῶν κατὰ γνώμην, ὅταν αὐτοῖς ἥ τε προαίρεσις πρὸς τὸ ἔργον 3.7.19 ῥέψῃ καὶ μηδὲν κωλύῃ τῶν ἔξωθεν. τὸ δὲ ἀεὶ ὡσαύτως ἔχον, ᾧ ἐπίκτητον τῶν ἀγαθῶν ἐστιν οὐδέν, ἐν ᾧ πᾶσα διαφορὰ βουλευμάτων ἡ κατὰ τὸ ἐναντίον κατά τινα πλάνην καὶ ἄγνοιαν ἐγγινομένη χώραν οὐκ ἔχει, ὃ οὐδὲν ἐκ μετα βολῆς γίνεται ὃ μὴ πρότερον ἦν, μηδὲ αἱρεῖταί τι μετὰ ταῦτα ὃ μὴ ἐξ ἀρχῆς ὡς ἀγαθὸν κατενόησε-περὶ τού του λέγειν μὴ ἀεὶ τὸ καλὸν ἔχειν, ἀλλ' ὕστερον ἑλέσθαι τι ἔχειν ὃ μὴ πρότερον εἵλετο, ταῦτα τῆς ὑπερβαλλούσης 3.7.20 ἡμᾶς σοφίας ἐστίν. ἡμεῖς γὰρ ἐμάθομεν ὅτι τὸ θεῖον ἀεὶ παντὸς ἀγαθοῦ πλῆρές ἐστιν, μᾶλλον δὲ αὐτὸ τῶν ἀγαθῶν ἐστι τὸ πλήρωμα <ἀ>εὶ καὶ οὐδεμιᾶς προσθήκης εἰς τε λείωσιν δέεται, ἀλλ' αὐτὸ τῇ ἑαυτοῦ φύσει ἡ τοῦ ἀγαθοῦ τελειότης ἐστί· τὸ δὲ τέλειον ἐπίσης αὐξήσεώς τε καὶ μειώσεως ἠλλοτρίωται· καὶ διὰ τοῦτο τὴν ἐπιθεωρουμένην τῇ θείᾳ φύσει τῶν ἀγαθῶν τελειότητα πάντοτέ φαμεν τὴν αὐτὴν εἶναι, καθ' ὅπερ ἂν τὴν διάνοιαν ἑαυτῶν ἐπεκτεί 3.7.21 νωμεν, ἐκεῖ τοιαύτην καταλαμβάνοντες. οὐκοῦν οὐδέποτε κενὸν ἀγαθοῦ τὸ θεῖον. ἀλλὰ μὴν ἀγαθοῦ παντὸς πλή ρωμα ὁ υἱός· πάντοτε ἄρα ἐν τῷ πατρὶ θεωρεῖται, ᾧ φύσις ἡ ἐν παντὶ ἀγαθῷ τελειότης. ἀλλά, φησί, μηδεμία ἔστω ζήτησις, διὰ τί μὴ πρότερον. πρὸς ὃν ἐροῦμεν ἡμεῖς ὅτι ἄλλο ἐστίν, ὦ σοφώτατε, <τὸ> νομοθετεῖν τι τῶν κατὰ γνώμην ἐξ ἐπιτάγματος καὶ ἕτερον τὸ λόγῳ περὶ τῶν ἀμφι βαλλομένων προσάγεσθαι. ἕως ἂν τοίνυν μηδεμίαν ἔχῃς αἰτίαν εἰπεῖν, καθ' ἣν εὐσεβές ἐστιν ὕστερον τῷ πατρὶ τὸν υἱὸν προσγεγενῆσθαι λέγειν, ἀργήσει σοι τὸ ἐπίταγμα παρὰ τοῖς σωφρονοῦσιν. 3.7.22 Οὕτω μὲν οὖν ἡμῖν ἐκ τῆς τεχνικῆς ἐφόδου τὴν ἀλή θειαν Εὐνόμιος εἰς τὸ ἐμφανὲς