348
ἄγει. ἡμεῖς δὲ κατὰ τὸ σύνηθες ἡμῖν τὸν ἐκείνου λόγον πρὸς κατασκευὴν τῶν τῆς ἀληθείας δογμάτων οἰκειωσώμεθα, ὡς ἂν καὶ διὰ τούτου γένοιτο δῆλον ὅτι πανταχοῦ κατὰ τὸ ἀκούσιον ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι τῷ καθ' ἡμᾶς συναγορεύουσι λόγῳ. εἰ γὰρ 20τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβού λετο20, καθώς φησιν ὁ ἀντίπαλος, ἐβούλετο δὲ τὸ ἀγαθὸν ἀεί, σύνδρομος δὲ τῇ βουλήσει ἡ δύναμις, ἀεὶ ἄρα ὁ υἱὸς μετὰ τοῦ πατρὸς νοηθήσεται τοῦ ἀεὶ καὶ βουλομένου τὸ 3.7.23 καλὸν καὶ δυναμένου ἔχειν ὃ βούλεται. εἰ δὲ χρὴ καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον προσαγαγεῖν τῇ ἀληθείᾳ, ῥᾴδιόν ἐστι καὶ τοῦτον τῷ καθ' ἡμᾶς συναρμόσαι δόγματι ὅτι 20μηδεμία περὶ τούτου ζήτησις ἔστω τοῖς σώφροσιν, διὰ τί μὴ πρότερον20. ἡ γὰρ τοῦ 20πρότερον20 λέξις χρονι κήν τινα τὴν ἔνδειξιν ἔχει, ἀντιδιαστελλομένη πρὸς τὸ μετὰ ταῦτα καὶ ὕστερον· ὅταν δὲ χρόνος μὴ ᾖ, συναναιρεῖται πάντως καὶ τῆς χρονικῆς διαστάσεως τὰ ὀνόματα. ἀλλὰ μὴν πρὸ χρόνων καὶ πρὸ αἰώνων ὁ κύριος· ἄχρηστος ἄρα τοῖς νοῦν ἔχουσιν ἐπὶ τοῦ ποιητοῦ τῶν αἰώνων ἡ τοῦ πρό τερον καὶ ὕστερον ζήτησις· κενὰ γὰρ πάσης διανοίας ἐστὶ 3.7.24 τὰ τοιαῦτα τῶν ὀνομάτων μὴ ἐπὶ χρόνου λεγόμενα. ἐπεὶ οὖν πρὸ τῶν χρόνων ὁ κύριος, τὸ πρότερον πάντως καὶ τὸ ὕστερον ἐπ' αὐτοῦ χώραν οὐκ ἔχει. τάχα μὲν ἀπόχρη καὶ ταῦτα πρὸς ἀνατροπὴν τῶν οὐ δεομένων τοῦ προσπαλαίοντος, ἀλλ' ὑπὸ τῆς ἰδίας αὐτῶν ἀτονίας καταπιπτόντων. τίς γὰρ τοσοῦτον εὔσχολος ἐκ τῶν τοῦ βίου φροντίδων ὡς ἐπὶ το σοῦτον ἑαυτὸν δοῦναι τῇ ἀκροάσει τῆς τε ματαιότητος τῶν ὑπεναντίων λόγων καὶ τῆς ἡμετέρας πρὸς τὰ μάταια πράγ ματα μάχης; ἀλλ' ἐπειδὴ τοῖς προειλημμένοις τῇ ἀσεβείᾳ καθάπερ τις δευσοποιὸς βαφὴ καὶ δυσέκνιπτος ἡ ἀπάτη καὶ διὰ βάθους ταῖς καρδίαις ἐγκέκαυται, μικρὸν ἔτι τῷ λόγῳ προσδιατρίψωμεν, εἴ πως δυνηθείημεν τῆς πονηρᾶς 3.7.25 αὐτῶν ταύτης κηλῖδος τὰς ψυχὰς ἀπορρύψαι. εἰπὼν γὰρ τὰ εἰρημένα καὶ ἐπαγαγὼν τούτοις κατὰ τὸν παιδευτὴν αὐτοῦ Προύνικον ἀσυναρτήτους τινὰς καὶ ἀναρμόστους ὕβρεών τε καὶ λοιδορημάτων ὀκτάδας ἐπὶ τὸν κολοφῶνα τῶν ἐπι χειρημάτων μετέρχεται καὶ καταλιπὼν τὴν ἀσυλλόγιστον τῆς ματαιότητος ἔκθεσιν πάλιν τοῖς κέντροις τῆς διαλεκτι κῆς καθοπλίσας τὸν λόγον συλλογιστικῶς ὡς οἴεται καθ' ἡμῶν κατασκευάζει τὸ ἄτοπον. 3.7.26 Ἔχει δὲ οὕτως ἡ λέξις· 20πάσης γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος κατα ληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξα μένους τοῦ υἱοῦ τὴν γέννησιν **** ποτὲ πε παῦσθαι τοῦτον γεννώμενον μηδὲ πρὸς τὴν ἀρ χὴν ἀπίστως ἔχειν, τῶν παυσαμένων τοῦ γεν νᾶσθαι καὶ ἀρξαμένων πάντως· ἡ γὰρ τοῦ γεννᾶσθαι παῦλα πιστοῦται τῆς τε γεννήσεως καὶ τοῦ γεννᾶσθαι τὴν ἀρχήν, καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστιν ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων20. ἐπειδὴ τοίνυν κατὰ τὴν σοφίαν τῶν τὰ τοιαῦτα δεινῶν τὸ καθόλου προθεὶς ἐπα γωγικῶς κατασκευάζειν ἐπιχειρεῖ τὸ προκείμενον, ἐμπερι λαμβάνων τῇ γενικῇ προτάσει τὴν ἐπὶ μέρους ἀπόδειξιν, πρότερον τὸ καθόλου κατανοήσωμεν, εἶθ' οὕτως τὴν τῶν 3.7.27 ἐπαγομένων ἐξετάσωμεν δύναμιν. ἆρ' εὐσεβές ἐστιν ἐκ πάσης γεννήσεως καὶ τοῦ υἱοῦ τεκμήρασθαι τὴν προαιώνιον γέν νησιν, καὶ τὴν κοινὴν φύσιν διδάσκαλον τῆς τοῦ μονογενοῦς ὑπάρξεως προβάλλεσθαι χρή; ἐγὼ μὲν οὐκ ἂν ἐπὶ το σοῦτον ἐλθεῖν τινα μανίας ἐλπίσαιμι, ὡς τοιοῦτό τι κατὰ τῆς θείας καὶ ἀκηράτου φαντασθῆναι γεννήσεως. 20πᾶσα20, φησί, 20γέννησις οὐκ ἐπ' ἄπειρον ἐκτείνεται20. τί τὸ τῆς γεννήσεώς ἐστι σημαινόμενον; τὴν σαρκώδη καὶ σωμα τικὴν ἀποκύησιν λέγει ἢ τὴν κατασκευὴν τῶν ἀψύχων; 3.7.28 ἀλλὰ τῶν μὲν σωματικῶν γεννήσεων φανερὰ τὰ πάθη, ἅπερ οὐκ ἄν τις ἐπὶ τὴν θείαν γέννησιν μεταφέροι. καὶ ὡς ἂν μὴ τὰ τῆς φύσεως ἔργα διαγράφων ὁ λόγος παρέλκειν δο κοίη, σιωπῇ τὰ τοιαῦτα παρελευσόμεθα, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἀφ' ἑαυτοῦ γινώσκοντος τὰς αἰτίας καθ' ἃς ἡ γέννησις παρατείνεται καὶ ἀρχομένη καὶ λήγουσα· μακρὸν γὰρ ἂν εἴη καὶ περιττὸν ἅμα πάντα δι' ἀκριβείας ἐκτίθεσθαι, τὴν σύνοδον τῶν γεννώντων, τὴν ἐν τοῖς σπλάγ χνοις τοῦ γεννωμένου