349
διάπλασιν, τὴν ὠδῖνα, τὸν τόκον, τὸν χρόνον, ὧν ἄνευ οὐκ ἔστι συστῆναι σώματος γέννησιν· ἅπερ ἐπίσης πάντα τῆς θείας γεννήσεως τοῦ μονογενοῦς ἠλλο 3.7.29 τρίωται. εἰ γὰρ ἕν τι τούτων δοθείη, καὶ τὰ λοιπὰ πάντα κατ' ἀνάγκην συνεισελεύσεται. ὡς ἂν οὖν καθαρεύοι πάσης ἐμπαθοῦς διανοίας ἡ θεία γέννησις, οὐδὲ τὴν διαστηματικὴν παράτασιν ἐπ' ἐκείνης νοήσομεν. τὸ γὰρ ἀρχόμενον καὶ παυόμενον ἐν παρατάσει τινὶ θεωρεῖται πάντως. πᾶσα δὲ παράτασις χρόνῳ διαμετρεῖται· χρόνου δὲ μὴ ὄντος, ᾧ καὶ τέλος τοῦ τόκου καὶ ἀρχὴν σημειούμεθα, μάταιον ἂν εἴη τέλος καὶ ἀρχὴν ἐπὶ τῆς ἀδιαστάτου γεννήσεως ἐν νοεῖν, οὐδενὸς εὑρισκομένου σημειωτικοῦ νοήματος οὔτε ἐν 3.7.30 ᾧ ἄρχεται οὔτε εἰς ὃ καταλήγει. εἰ δὲ πρὸς τὰ ἄψυχα τῶν κτισμάτων ὁρᾷ, καὶ ἐπ' ἐκείνων ὡσαύτως καὶ τόπος καὶ χρόνος καὶ ὕλη καὶ παρασκευὴ καὶ δύναμις τοῦ τεχνι τεύοντος καὶ πολλὰ τοιαῦτα συνδραμόντα τελεσιουργεῖ τὸ γινόμενον. καὶ ἐπειδὴ πᾶσι τοῖς γινομένοις συμπαρατείνεται πάντως ὁ χρόνος καὶ αἱ κατασκευαστικαὶ πρὸς τὸ γινό μενον ἀφορμαὶ συνεπινοοῦνται παντὶ τῷ κτιζομένῳ, κἂν ἔμ ψυχόν τι κἂν ἄψυχον ᾖ, φανερὰς ἔστιν εὑρεῖν ἐπὶ τούτων καὶ τὰς ἀρχὰς καὶ τὰς τελευτὰς τῆς συστάσεως· καὶ γὰρ καὶ ὕλης πορισμὸς ἀρχὴ τοῦ κατασκευάσματος γίνεται καὶ τοπικόν τι σημεῖον καὶ ἀκολουθία χρόνου. πάντα ταῦτα τὰς ἀρχὰς καὶ τὰ τέλη τοῖς γινομένοις ὁρίζει, καὶ οὐκ ἄν τις εἴποι κοινωνίαν ἔχειν τινὰ ταῦτα πρὸς τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ ὕπαρξιν, ὥστε διὰ τῶν ὧδε θεωρου μένων ἀρχήν τινα καὶ τέλος ἐπὶ τῆς γεννήσεως ἐκείνης ἀναλογίζεσθαι. 3.7.31 Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων πάλιν τὸν λόγον τῶν ἐναντίων κατανοήσωμεν. 20πάσης20, φησί, 20γεννήσεως οὐκ ἐπ' ἄπειρον ἐκτεινομένης, ἀλλ' εἴς τι τέλος καταληγούσης20. ἐπειδὴ τοίνυν νενόηται τὸ τῆς γεννή σεως σημαινόμενον καθ' ἑκατέραν ἔννοιαν, εἴτε τὴν ἀπο κύησιν τῶν σωματικῶν εἴτε τὴν κατασκευὴν ἐθέλοι τῶν κτισμάτων τῷ τοιούτῳ σημαίνειν ὀνόματι, ὧν οὐδέτερον ἐπὶ τῆς ἀκηράτου φύσεως τὴν κοινωνίαν ἔχει, ἀλλοτρία δέ 3.7.32 δεικται τοῦ προκειμένου ἡ πρότασις. οὐ γάρ, ἐπειδὴ πᾶσα ποίησίς τε καὶ γέννησις εἴς τι καταλήγει πέρας, ἀνάγκη πᾶσα, καθὼς ἐκεῖνος κατασκευάζει, καὶ τοὺς παραδεξα μένους τοῦ υἱοῦ τὴν γέννησιν διπλοῖς αὐτὴν πέρασι περι γράφειν, ἀρχὴν καὶ τέλος ἐπ' αὐτῆς ἐννοοῦντας. μόνα γὰρ τὰ πηλικότητι περιγεγραμμένα τινὶ καὶ ἄρχεται γινόμενα καὶ εἰς πέρας λήγει, καὶ τὸ ἐκ τοῦ χρόνου μέτρον τῷ ποσῷ τοῦ γεννωμένου παρατεινόμενον τὴν ἀρχὴν τοῦ τέλους διΐστησι τῷ μεταξὺ διαστήματι. τὸ δὲ ἄποσον καὶ ἀδιά στατον πῶς ἄν τις ἢ μετρήσειεν ἢ διαστήσειεν; ποῖον ἐπὶ τοῦ ἀπόσου μέτρον εὑρὼν ἢ ποῖον ἐπὶ τοῦ ἀδιαστάτου διά 3.7.33 στημα; πῶς δέ τις τὸ ἀόριστον τέλει καὶ ἀρχῇ διαλήψεται; ἀρχὴ γὰρ καὶ τέλος τῶν διαστηματικῶν περάτων ἐστὶν ὀνό ματα. διαστάσεως δὲ μὴ οὔσης οὐδὲ τὸ πέρας ἔστιν. ἀλλὰ μὴν ἀδιάστατος ἡ θεία φύσις, ἀδιάστατος δὲ οὖσα πέρας οὐκ ἔχει, τὸ δὲ ἀπεράτωτον ἄπειρόν ἐστί τε καὶ λέγεται. μάταιον ἄρα τὸ ἄπειρον ἀρχῇ καὶ τελευτῇ περι γράφειν· τὸ γὰρ περιγεγραμμένον ἄπειρον εἶναι οὐ δύναται. πόθεν οὖν ὁ Πλατωνικὸς οὗτος Φαῖδρος τὰ περὶ ψυχῆς ἐκεῖ φιλοσοφηθέντα τῷ Πλάτωνι τοῖς ἰδίοις δόγμασιν ἀσυν 3.7.34 αρτήτως ἐρράπτει; ὡς γὰρ ἐκεῖνος ἐκεῖ παῦλαν εἶπε κινή σεως, οὕτω 20παῦλαν γεννήσεως20 καὶ οὗτος εἰπεῖν ἐπε θύμησεν, ὡς ἂν τοὺς ἀπείρους τούτων ταῖς Πλατωνικαῖς καλλιφωνίαις περικομπήσειε. 20καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστι20, φησί, 20ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων20. ἀλλ' ἡ μὲν 20φύσις20 ἐκ τῶν εἰρημένων οὐκ ἀξιόπιστος εἰς διδασκαλίαν τῆς θείας γεννή σεως ἡμῖν ἀναπέφηνεν, οὐδὲ εἰ τὸν κόσμον τις αὐτὸν εἰς ὑπόδειγμα φέροι τοῦ λόγου, ἐπεὶ καὶ τῇ τούτου κτίσει, καθὼς ἐν τῇ κοσμογενείᾳ παρὰ τοῦ Μωϋσέως ἐμάθομεν, συνδιεξῄει τὸ ἐκ τοῦ χρόνου μέτρον, ῥηταῖς ἡμέραις τε καὶ νυξὶν ἑκάστῳ τῶν γινομένων κατά τινα τάξιν καὶ ἀκολου θίαν παραμετρούμενον. ὅπερ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑπο στάσεως οὐδὲ αὐτὸς ὁ τῶν ἐναντίων δέχεται λόγος, ὁμο 3.7.35