350
λογῶν πρὸ χρόνων αἰωνίων εἶναι τὸν κύριον. ὑπόλοιπον δ' ἂν εἴη τὴν 20ἐκ τῶν θείων νόμων20 συνηγορίαν τοῦ προ κειμένου κατανοῆσαι, δι' ἧς ἐπαγγέλλεται καὶ τέλος καὶ ἀρχὴν τῆς τοῦ υἱοῦ γεννήσεως ἀποδεικνύειν. 20βουληθείς20, φησίν, 20ὁ θεὸς τοῖς Ἑβραίοις τὸν περὶ τῆς δη μιουργίας ἐντυπωθῆναι νόμον, [οὐ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν] τῷ τέλει τῆς δημιουρ γίας ἐναπέθετο καὶ τῆς ἀρχῆς τὴν πίστιν· οὐ γὰρ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν, ἀλλὰ τὴν ἑβδόμην, ἐν ᾗ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ἔδωκε *** τὴν ὑπόμνησιν τῆς δημιουργίας20. 3.7.36 ἆρά τις πεισθήσεται παρ' ἐκείνου ταῦτα γεγράφθαι καὶ οὐχὶ παρ' ἡμῶν ἐπὶ διαβολῇ τοῦ συγγράμματος παρεντε θεῖσθαι τὰ εἰρημένα, ὡς ἂν καταγέλαστος δοκοίη τοῖς ἐντυγχάνουσιν, τὰ μηδὲν κοινωνοῦντα τοῖς ζητουμένοις εἰς ἀπόδειξιν τῶν προκειμένων ἐπισυρόμενος; τὸ γὰρ ζητούμενον ἦν δεῖξαι, καθὼς ἐπηγγείλατο, μὴ ὄντα τὸν υἱὸν γεγεννῆσθαι, ἀλλ' ἀρχήν τε λαβεῖν γεννήσεως καὶ λῆξαι γεννώμενον, οἷόν τινος ὠδῖνος ἐν χρόνῳ παρατεινούσης τὴν γέννησιν. ἡ δὲ εἰς τοῦτο κατασκευὴ τίς; τὸ σαββατίζειν ἐκ νόμου κατὰ τὴν ἑβδόμην ἡμέραν τὸν Ἑβραίων λαόν. ὢ 3.7.37 πόση συμφωνία τῆς μαρτυρίας πρὸς τὸ προκείμενον. ἐπειδὴ τιμᾶται τῇ ἀργίᾳ παρὰ τοῦ Ἰουδαίου τὸ σάββατον, ἀπο δέδεικται τὸ τὸν κύριον, καθὼς οὗτος λέγει, ἀρχήν τε λα βεῖν τοῦ τόκου καὶ τικτόμενον παύσασθαι. πόσαι καὶ ἄλλαι πρὸς τοῦτο μαρτυρίαι τῷ λογογράφῳ παρείθησαν οὐδὲν τῆς εἰρημένης πρὸς σύστασιν τοῦ ζητουμένου λειπό μεναι; ἡ κατὰ τὴν ὀγδόην περιτομή, ἡ τῶν ἀζύμων ἑβ δομάς, τὸ ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ σεληναίου δρόμου μυστήριον, αἱ τοῦ καθαρισμοῦ θυσίαι, ἡ περὶ τῶν λεπρῶν παρατήρησις, ὁ κριός, ὁ μόσχος, ἡ δάμαλις, ὁ ἀποπομπαῖος 3.7.38 χίμαρος. εἰ δὲ ταῦτα πόρρω τῶν προκειμένων ἐστίν, πῶς ἐντὸς ἐκεῖνο τοῦ ζητουμένου, λεγέτωσαν οἱ ζηλωταὶ τῶν Ἰουδαϊκῶν μυστηρίων. ἡμεῖς γὰρ μικροπρεπές τε καὶ ἄνανδρον τὸ τοῖς κειμένοις ἐπεμβαίνειν νομίζοντες ἀναζη τήσομεν ἐκ τῆς τῶν γεγραμμένων ἀκολουθίας εἴ τι τοιοῦτόν ἐστιν οἷον ἱδρῶτα κινῆσαι τῷ προσπαλαίοντι. ὅσα τοίνυν ἐν τοῖς ἐφεξῆς περὶ τοῦ μὴ δεῖν μέσον τι τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοεῖν κατασκευάζων διέξεισιν, ὡς συμβαίνοντά πως 3.7.39 τῷ καθ' ἡμᾶς δόγματι παρελεύσομαι. ἀδιακρισίας γὰρ ἂν εἴη καὶ ἀγνωμοσύνης ἅμα μὴ διακρίνειν ἐν τοῖς λεγο μένοις τὸ ἀνεύθυνόν τε καὶ τὸ ὑπαίτιον, ἐπειδὴ τοῖς ἰδίοις μαχόμενος οὐκ ἀκολουθεῖ τοῖς ὁμολογουμένοις, καὶ τὸ ἄμεσον λέγων καὶ τὸ συναφὲς οὐ δεχόμενος, καὶ τὸ μὴ εἶναί τι πρὸ τοῦ μονογενοῦς ἐννοῶν καὶ τὸ εἶναι υἱὸν ὑπο νοῶν, ἀλλὰ περὶ τοῦ μὴ ὄντα γεγεννῆσθαι διαμαχόμενος. μικρὸν <οὖν> ἐν τούτοις ἀσχοληθέντες διὰ τὸ τοῖς φθά σασιν ἱκανῶς ἤδη προκατεσκευάσθαι τὸν λόγον τῶν προ κειμένων ἑξόμεθα. 3.7.40 Οὐκ ἔστι τοῦ αὐτοῦ καὶ μηδὲν ὑπερτιθέναι τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ μὴ εἶναι λέγειν πρὸ τῆς γεννή σεως, ἀλλὰ τότε γεγεννῆσθαι ὅτε ὁ πατὴρ ἠβουλήθη· τὸ γὰρ "1τότε"2 καὶ "1ὅτε"2 κυρίως καὶ προσφυῶς ἐπὶ τὴν χρονικὴν δεῖξιν τὴν σημασίαν φέρει κατά τε τὴν κοινὴν τῶν ὑγιῶς φθεγγομένων συνήθειαν καὶ κατὰ τὴν ἐν τῇ γραφῇ ση μασίαν. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσι, καὶ Ὅτε ἀπέστειλα ὑμᾶς, καὶ Τότε ὁμοιωθήσεται ἡ βασιλεία, καὶ μυρία τοι αῦτα διὰ πάσης ἔστι τῆς γραφῆς εἰς ἀπόδειξιν τοῦ προ κειμένου λαβεῖν, ὅτι τοῖς τοιούτοις τοῦ λόγου μορίοις τὸν 3.7.41 χρόνον ἐπισημειοῦται τῆς γραφῆς ἡ συνήθεια. εἰ οὖν χρόνος οὐκ ἦν, καθὼς ὁ ἀντιλέγων συντίθεται, συνανῄρηται πάντως καὶ ἡ χρονικὴ σημασία· ταύτης δὲ μὴ οὔσης τὸ ἀΐδιον τῆς ἐννοίας κατὰ πᾶσαν ἀνάγκην ἀντεισελεύσεται. τῇ γὰρ τοῦ μὴ εἶναι φωνῇ καὶ τὸ ποτὲ πάντως συνυπα κούεται. εἰ γὰρ χωρὶς τοῦ ποτὲ τὸ μὴ εἶναι λέγοι, οὐδὲ νῦν εἶναι δώσει· εἰ δὲ τὸ νῦν διδοὺς πρὸς τὸ ἀΐδιον μά χεται, πάντως οὐ τὸ καθόλου μὴ εἶναι, ἀλλὰ τὸ ποτὲ μὴ 3.7.42 εἶναι διανενόηται. τῆς δὲ φωνῆς ταύτης ἀνυποστάτου παν τάπασιν οὔσης, εἰ μὴ πρὸς τὴν τοῦ χρόνου σημασίαν ἐρεί δοιτο, ἀνόητον ἂν εἴη καὶ μάταιον τὸ μήτε τι πρὸ τοῦ υἱοῦ εἶναι λέγειν μήτε πάντοτε τὸν υἱὸν εἶναι κατασκευάζειν. εἰ γὰρ μήτε