351
τόπος μήτε χρόνος μήτε τις ἑτέρα κτίσις ἐστὶν ἐν ᾗ οὐκ ἔστιν ὁ ἐν ἀρχῇ ὢν λόγος, πανταχόθεν τοῦ δόγματος τῆς εὐσεβείας ἐξῄρηται τὸ ποτὲ μὴ εἶναι τὸν κύριον. οὐκοῦν οὐχ ἡμῖν, ἀλλ' ἑαυτῷ διαμάχεται ὁ καὶ εἶναι καὶ μὴ εἶναι τὸν μονογενῆ δογματίζων. ἐν γὰρ τῷ ὁμολογεῖν μηδενὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαιρεῖσθαι 3.7.43 συνάφειαν τὸ ἀΐδιον αὐτῷ πάντως προσμεμαρτύρηκεν. εἰ δὲ ἐν τῷ πατρὶ λέγοι μὴ εἶναι τὸν υἱόν, τῷ τοιούτῳ λόγῳ οὐκ ἀντεροῦμεν αὐτοί, ἀλλὰ τὴν γραφὴν ἀντιθήσομεν, ἥ φησιν ἐν τῷ πατρί τε εἶναι τὸν υἱὸν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα, τὸ πότε ἢ ὅτε ἢ τότε μὴ προστιθεῖσα τῷ λόγῳ, ἀλλὰ τῇ ἀποφατικῇ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ τὸ ἀΐδιον αὐτῷ μαρτυρήσασα. 3.7.44 Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ' ἡμῶν λέ γεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ 3.7.45 γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐτῆς ἀτοπίας, μᾶλλον δὲ βλασφημίας ἑκάτερον· ὥστε εἰ μὲν συκοφαντεῖν ἔγνωκε, προστιθέτω καὶ τὸ ἕτερον ἔγκλημα, μηδενὸς φειδόμενος δι' ὧν ἂν ᾖ δυνατὸν χαλεπώτερον ἐκ τραχύνειν καθ' ἡμῶν τοὺς ἀκούοντας. εἰ δὲ τὸ ἕτερον τούτων διὰ τὸ περιφανὲς τῆς συκοφαντίας οὐκ αἰτιᾶται, ἀφιέτω καὶ τὸ λειπόμενον· ἴσον γὰρ εἰς ἀσέβειαν, καθὼς εἴρηται, καὶ τὸν υἱὸν ἀγέννητον λέγειν καὶ γεννητὸν τὸν 3.7.46 πατέρα. εἰ μὲν οὖν εὑρίσκεταί τις ἐν τοῖς παρ' ἡμῶν γε γραμμένοις φωνὴ τοιαύτη, δι' ἧς ἀγέννητος ὁ υἱὸς ὀνομά ζεται, καθ' ἡμῶν αὐτῶν τὴν ἐσχάτην ψῆφον ἐξοίσομεν· εἰ δὲ ψευδεῖς αἰτίας τε καὶ συκοφαντίας κατ' ἐξουσίαν συμ πλάσσει, τὸ δοκοῦν ἐπὶ διαβολῇ τῶν καθ' ἡμᾶς δογμάτων λογοποιῶν, γένοιτ' ἂν ἴσως τοῖς γε νοῦν ἔχουσι καὶ αὕτη τῆς ἐν ἡμῖν εὐσεβείας ἀπόδειξις, ὅτι τῆς ἀληθείας ἡμῶν ὑπερμαχούσης τὸ ψεῦδος εἰς κατηγορίαν τοῦ δόγματος ἡμῶν προεστήσατο, ἀλλοτρίαν τοῦ ἡμετέρου λόγου κατασκευάζων τὴν τῆς ἀσεβείας γραφήν. ἀλλ' ἔστιν ἐν συντόμῳ πρὸς 3.7.47 τὰς αἰτίας ταύτας ἀπολογήσασθαι. ὡς γὰρ ἡμεῖς τὸν ἀγεν νήτως εἶναι λέγοντα τὸν μονογενῆ θεὸν ἐπάρατον κρίνομεν, οὕτω κἀκεῖνος ἐπαράσθω τὸν μὴ εἶναί ποτε τὸν ἐν ἀρχῇ ὄντα διοριζόμενον. ἐκ γὰρ τοῦ τοιούτου δειχθήσεται τρόπου ὅ τε κατὰ ἀλήθειαν καὶ ὁ συκοφαντικῶς τὰς αἰτίας ἐπά γων. εἰ δὲ ἡμεῖς ἀρνούμεθα τὰ ἐγκλήματα, καὶ πατέρα λέγοντες τῇ φωνῇ υἱὸν συνεπινοοῦμεν, καὶ υἱὸν ὀνομάσαντες ἀληθῶς εἶναί φαμεν ὃ λέγεται, γεννητῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπαυγασθέντα, πῶς οὐ πρόδηλος ἡ συκοφαντία τῶν ἀγέννητον λέγειν ἡμᾶς τὸν μονογενῆ θρυλούντων; οὐ μὴν ἐπειδὴ γεννητῶς αὐτὸν εἶναί φαμεν, τὸ μὴ εἶναι αὐτόν 3.7.48 ποτε διὰ τούτου παραδεξόμεθα. τίς γὰρ οὐκ οἶδεν ὅτι ἄμεσός ἐστιν ἡ κατὰ τὸ σημαινόμενον ἐναντίωσις τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος, ὥστε τὴν τοῦ ἑτέρου τῶν εἰρημένων θέσιν ἀναίρεσιν τοῦ ἐναντίου γίνεσθαι πάντως, καὶ ὅτι καθάπερ τὸ εἶναι κατὰ πάντα χρόνον ταὐτόν ἐστιν, ἐν ᾧπερ ἄν τις ὑφεστάναι τι τῶν ὄντων ὑπόθηται (οὐ γὰρ μᾶλλον νῦν ἔστιν οὐρανὸς καὶ ἄστρα καὶ ἥλιος καὶ τὰ λοιπὰ τῶν ὄντων ἢ χθὲς καὶ πρώην καὶ ἐν παντὶ τῷ προάγοντι χρόνῳ), τὸν αὐτὸν τρόπον καὶ τοῦ μὴ εἶναι τὸ σημαινόμενον ἐπίσης ἐν παντὶ τὸ ἀνύπαρκτον ἔχει, εἴτε κατὰ τὸ πρότερόν τις εἴτε 3.7.49 κατὰ τὸ ὕστερον λέγοι. οὐ γὰρ μᾶλλον νῦν τι τῶν ὑφεστώ των οὐκ ἔστιν ἢ εἰ πρότερον ἀνύπαρκτον ἦν, ἀλλὰ εἷς ὁ τοῦ μὴ εἶναι λόγος ἐπὶ τοῦ μὴ ὄντος ἐν παντὶ χρονικῷ διαστήματι. διὸ καὶ ἐπὶ τῶν ζῴων τήν τε τοῦ γεγονότος εἰς τὸ μὴ ὂν ἀνάλυσιν καὶ τοῦ μηδέπω τὴν εἰς τὸ γε νέσθαι πάροδον ἐσχηκότος ὀνόμασι μὲν διαφόροις τὴν ἀνυπ αρξίαν σημαίνομεν, ἢ μὴ γεγενῆσθαι τὴν ἀρχὴν ἢ τε θνάναι τὸ γενόμενον λέγοντες, ἐπίσης δὲ δι' ἑκατέρας 3.7.50 φωνῆς τὸ ἀνύπαρκτον παριστῶμεν τῷ λόγῳ. ὥσπερ γὰρ ἡ ἡμέρα νυκτὶ περιέχεται καθ' ἑκάτερον μέρος, λέγεται δὲ οὐχ ὡσαύτως τὰ περιέχοντα, ἀλλὰ τὸ μὲν μετὰ τὴν ἑσπέραν, τὸ δὲ πρὸ τοῦ ὄρθρου, νὺξ δὲ τὸ δηλούμενόν ἐστι κατ' ἀμφότερα, τὸν αὐτὸν τρόπον εἰ ἐκ τοῦ παραλλήλου πρὸς τὸ ὂν ἀντιθεωροίη τις τὸ μὴ ὄν, κατονομάσει μὲν διαφόρως τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν, ἓν δὲ νοήσει δι'