353
πάντα ὅσα ἐστὶν ὁ υἱὸς οὔπω ἦν. τὸ γὰρ ὂν καὶ κατὰ τὴν τῆς αἱρέσεως μαρτυρίαν τοῦ γενέσθαι οὐ δέεται. οὐκοῦν εἰ ἐποίησε, τὸ μὴ ὂν πάντως ἐποίησε. πρὶν οὖν γενέσθαι κατ' αὐτοὺς τὸν υἱὸν οὐδὲ ἡ ἀλήθεια δηλονότι ἐγεγόνει οὔτε τὸ νοητὸν φῶς οὔτε ἡ πηγὴ τῆς ζωῆς οὔτε τινὸς καθόλου καλοῦ τε καὶ 3.7.58 ἀγαθοῦ φύσις. ἀλλὰ μὴν τούτων ἑκάστου τῇ ὑπεξαιρέσει τὸ ἐξ ἐναντίου νοούμενον παρυφίσταται, καὶ φωτὸς μὴ ὄντος οὐκ ἔστι μὴ σκότος εἶναι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἀνθ' ἑκάστου τῶν πρὸς τὸ κρεῖττον νοουμένων, ὅταν μὴ παρῇ τι τούτων, οὐκ ἐνδέχεται μὴ τὸ ἐναντίον πάντως εἶναι ἀντὶ τοῦ λείποντος. ἀνάγκη οὖν πᾶσα, ὡς ἔμελλε θέλειν ὁ πατὴρ τὸν υἱὸν "1ποιῆσαι"2 κατὰ τὸν τῆς αἱρέσεως λόγον, μηδενὸς ὄντος τῶν ὅσα ὁ υἱός ἐστιν, πάντα τὰ ἐναντία περὶ αὐτὸν εἶναι λέγειν, ἀντὶ τοῦ φωτὸς τὸ σκότος, ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος, ἀντὶ τῆς ζωῆς τὸν θάνατον, ἀντὶ τοῦ καλοῦ τὸ 3.7.59 κακόν. ὁ γὰρ κτίζων τὰ μὴ ὄντα κτίζει· 20τῷ γὰρ ὄντι20, καθώς φησιν ὁ Εὐνόμιος, 20οὐ δεῖ γεννήσεως20. τῶν δὲ κατὰ ἀντίθεσιν θεωρουμένων οὐκ ἔστιν ἄλλως τὰ κρείττω μὴ εἶναι ἢ ἐκ τοῦ τὰ χείρονα εἶναι. ταῦτα τοίνυν ἡ σοφία τῆς αἱρέσεως δωροφορεῖ τῷ πατρὶ δι' ὧν ἀτιμάζει τοῦ υἱοῦ τὸ ἀΐδιον, τὸν τῶν κακῶν κατάλογον πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως προσάγουσα τῷ θεῷ καὶ πατρί. 3.7.60 Καὶ μηδεὶς ἐκ τῆς ἄλλης κτίσεως ἀνατρέπειν οἰέσθω τὴν ἐκ τῆς ἀκολουθίας ταύτης ἀναδειχθεῖσαν ἀτοπίαν τοῦ δόγματος. ἐρεῖ γάρ τις ἴσως ὅτι ὥσπερ τοῦ οὐρανοῦ μὴ ὄντος οὐδὲν ἐναντίον τούτῳ, οὕτως καὶ τοῦ υἱοῦ μήπω γενομένου, ὅς ἐστιν ἀλήθεια, οὐ πάντως ἀναγκαζόμεθα τὸ ἐναντίον εἶναι συντίθεσθαι. πρὸς ὃν ἔστιν εἰπεῖν ὅτι οὐ ρανῷ μὲν τὸ ἀντικείμενον ἔστιν οὐδέν, εἰ μὴ ἄρα τῷ εἶναι αὐτὸν τὸ μὴ εἶναί τις λέγοι ἀντίθετον. τῇ δὲ ἀρετῇ τὸ κατὰ κακίαν πάντως ἀντικαθέστηκεν, ἀρετὴ δὲ ὁ κύριος, ὥστε οὐρανοῦ μὲν μὴ ὄντος οὐδὲν ἦν, ἀγαθοῦ δὲ μὴ ὄντος 3.7.61 τὸ ἐναντίον ἦν. ὁ οὖν τὸ ἀγαθὸν λέγων μὴ εἶναι τὸ κακὸν εἶναι καὶ μὴ βουλόμενος πάντως συνθήσεται. 20ἀλλὰ καὶ ὁ πατήρ20, φησί, 20καὶ παντελής ἐστιν ἀρετὴ καὶ ζωὴ καὶ ἀπρόσιτον φῶς καὶ πάντα τὰ ὑψηλὰ νοήματά τε καὶ ὀνόματα· ὡς μὴ εἶναι ἀνάγκην, ὅτε τὸ μονογενὲς φῶς οὔπω ἦν, τὸ κατάλληλον ἐκ τοῦ ἐναντίου νοεῖσθαι σκότος20. ἀλλ' οὗτος ὁ ἐμός ἐστι λόγος, ὅτι οὐδέποτε σκότος ἦν. οὐδὲ γὰρ ἦν ποτε ὅτε τὸ φῶς οὐκ ἦν· ἀεὶ γὰρ ἐν τῷ 3.7.62 φωτὶ πάντως ἐστὶ τὸ φῶς, καθὼς ἡ προφητεία λέγει. εἰ δὲ κατὰ τὸν λόγον τῆς αἱρέσεως ἄλλο τὸ ἀγέννητον καὶ ἕτερον τὸ γεννητόν ἐστι φῶς καὶ τὸ μὲν ἐξ ἀϊδίου τοῦτο δὲ μετὰ ταῦτα γενόμενον, ἀνάγκη πᾶσα τῷ μὲν ἀϊδίῳ φωτὶ μηδέποτε χώραν εὑρεῖν ἀντικαταστῆναι τὸ ἀντικείμενον· ἀεὶ γὰρ λάμποντος τοῦ φωτὸς ἡ ἐνέργεια τοῦ σκότους ἐπ' αὐτοῦ χώραν οὐκ ἔχει· ἐπὶ δὲ τοῦ μετὰ ταῦτα, καθὼς ἐκεῖνοί φασι, γεγονότος ἀμήχανον εἶναι μὴ ἐκ σκότους τὸ φῶς λάμψαι, ἀλλὰ πάντῃ καὶ πάντως τοῦ τε ἀϊδίου φωτὸς καὶ τοῦ ὕστερον γενομένου σκότος τὸ μέσον διαληφθήσεται. 3.7.63 οὐ γὰρ ἂν τῆς κατασκευῆς τοῦ μετὰ ταῦτα φωτὸς χρεία ἐγίνετο, εἰ μὴ πρός τι χρήσιμον ἦν τὸ κτιζόμενον. μία δὲ φωτὸς χρῆσις τοῦ λύεσθαι δι' αὐτοῦ τὸν ἐπικρατοῦντα ζόφον. τὸ μὲν οὖν ἀκτίστως ὂν φῶς αὐτὸ δι' ἑαυτό ἐστιν ὅπερ ἐστὶν τῇ φύσει, τὸ δὲ κτιζόμενον διά τι γίνεται πάν τως. οὐκοῦν προϋπάρχειν ἀνάγκη τὸ σκότος, οὗ χάριν ἀναγκαίως δημιουργεῖται τὸ φέγγος, καὶ οὐκ ἔστιν οὐδενὶ λόγῳ παραμυθήσασθαι τὸ μὴ προτερεύειν τῆς τοῦ γεννη τοῦ φωτὸς ἀναδείξεως τὸ σκότος, ὅταν μετὰ ταῦτα κατε 3.7.64 σκευάσθαι πιστεύηται. ἀλλὰ μὴν πάσης ἀσεβείας τὸ τοι οῦτόν ἐστιν ἐπέκεινα. ἄρα σαφῶς πεφανέρωται ὅτι οὐχὶ μὴ οὖσαν τὴν ἀλήθειαν ὁ πατὴρ τῆς ἀληθείας ἐποίησεν, ἀλλὰ πηγὴ ὢν φωτὸς καὶ ἀληθείας καὶ παντὸς ἀγαθοῦ ἐξ ἑαυτοῦ τὸ μονογενὲς φῶς τῆς ἀληθείας ἀπηύγασε, δι' οὗ πάντοτε ἡ τῆς ὑποστάσεως αὐτοῦ δόξα χαρακτηρίζεται, ὡς πανταχόθεν τῶν ὕστερον τῷ θεῷ διὰ κτίσεως τὸν υἱὸν προγεγενῆσθαι λεγόντων τὴν βλασφημίαν ἐλέγχεσθαι. 3.8.1 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελ θὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀν θρωπίνην φύσιν πρὸς τὴν τῶν