354
ἀλήπτων περίνοιαν καὶ τοι αῦτά τινα μεγαλαυχούμενος διεξέρχεται, τὸ καθ' ἡμᾶς εὐτελίζων τούτοις τοῖς ῥήμασιν· 20οὐδὲ γὰρ εἴ τινος ὁ νοῦς διὰ κακόνοιαν ἐσκοτωμένος καὶ διὰ τοῦτο μηδὲν μήτε τῶν πρόσω μήτε τῶν ὑπὲρ κεφα λὴν ἰδεῖν δυνάμενος μετρίως ἔχοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, διὰ τοῦτο οἴεσθαι χρὴ μηδὲ τοῖς ἄλλοις ἀνθρώποις ἐφικτὴν 3.8.2 εἶναι τὴν τῶν ὄντων εὕρεσιν20. ἀλλ' εἴποιμ' ἂν πρὸς αὐτὸν ὅτι ὁ 20ἐφικτὴν εἶναι20 λέγων 20τὴν τῶν ὄντων εὕρεσιν20 ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως προήγαγεν ἑαυτοῦ τὴν διάνοιαν καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς κατα λήψεως οὕτως καὶ τοῖς ἐπέκεινα πάσης ἐννοίας ἐπέβαλεν 3.8.3 ἑαυτοῦ τὴν καταληπτικὴν φαντασίαν. οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ μικρό τατον τῶν προφαινομένων ἡμῖν ὅπως ἔχει φύσεως ἑρμη νευσάτω, ὡς ἂν διὰ τοῦ γνωρίμου καὶ περὶ τοῦ κεκρυμ μένου πιστώσαιτο, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις ἑρμηνευ σάτω τῷ λόγῳ, εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή, εἰ σπλάγχνοις οἰκονομεῖται παραπλησίως τοῖς ἄλλοις ζῴοις, εἰ ὀστέοις τὸ σῶμα περιείληπται, εἰ μυελῷ τὰ κοῖλα τῶν ὀστέων κατὰ τὸ ἐντὸς **, εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται, εἰ μυῶν περιβολαῖς καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις, εἰ τοῖς νωτιαίοις σπονδύ λοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς παρατεί νεται, εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν, εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες ὑμένες τε καὶ φρένες καὶ διαφράγματα, καὶ εἰ ψιλόν ἐστιν ἢ τετρίχωται, καὶ εἰ πρὸς τὸ ἄρρεν τε καὶ θῆλυ διαμερίζεται, ἐν τίνι τε μέρει τοῦ σώματος τὸ ὀπτικὸν ἢ τὸ ἀκουστικὸν ἐγκαθί δρυται, καὶ εἰ τῆς ὀσφραντικῆς μετέχει αἰσθήσεως, εἰ μο νώνυχόν ἐστιν ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις, πόσον δὲ βιοῖ χρόνον καὶ τίς ὁ τρόπος αὐτοῖς τῆς ἐξ ἀλλήλων γεν νήσεως, ἐπὶ πόσον δὲ κυίσκεται τὸ τικτόμενον καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες οὔτε ὑπόπτεροι πάντες, ἀλλ' οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. 3.8.4 ὁ τοίνυν τῶν ὄντων κατειληφέναι τὴν γνῶσιν κομπάζων τέως ἡμῖν τὴν τοῦ μύρμηκος φύσιν φανερωσάτω, εἶθ' οὕτω φυ σιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβε τῇ γνώσει τὴν φύσιν, πῶς τὸν ἐν ἑαυτῷ πᾶσαν περικρατοῦντα τὴν κτίσιν τῷ καταληπτικῷ περιειληφέναι λόγῳ μεγαλαυχεῖται καὶ τοὺς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἐφ' ἑαυτῶν ὁμο λογοῦντας 20ἐσκοτῶσθαι20 λέγει τὰ τῆς ψυχῆς αἰσθητήρια 20καὶ μήτε20 τινὸς 20τῶν πρόσω μήτε τῶν ὑπὲρ κε φαλὴν20 ἐφικνεῖσθαι; 3.8.5 Ἀλλ' ὁ τὴν γνῶσιν ἔχων τῶν ὄντων ἴδωμεν τί παρὰ τοὺς ἄλλους ἐπίσταται, ἀκούσωμεν τῆς ὑπερόγκου φωνῆς. ἢ 20μάτην ἂν ὁ κύριος ἑαυτὸν ὠνόμασεν θύραν20, φησί, 20μηδενὸς ὄντος τοῦ διϊόντος πρὸς κατα νόησιν καὶ θεωρίαν τοῦ πατρός, μάτην δ' ἂν ὁδόν, μηδεμίαν παρέχων εὐμάρειαν τοῖς ἐλ θεῖν πρὸς τὸν πατέρα βουλομένοις· πῶς δ' ἂν εἴη φῶς, μὴ φωτίζων τοὺς ἀνθρώπους, μὴ καταλάμπων τὸ τῆς ψυχῆς ὄμμα πρὸς κατανόησιν ἑαυτοῦ τε καὶ τοῦ ὑπερκειμένου φωτός20; εἰ μὲν οὖν οἴκοθέν τινας λογισμοὺς διεξῄει ἐκφεύγοντας τῇ λεπτότητι τὴν τῶν ἀκουόντων διάνοιαν, δυνατὸν ἂν ἦν ἴσως παρακρουσθῆναι τῇ περινοίᾳ τοῦ λόγου, διαδιδράσκοντος 3.8.6 πολλάκις τοῦ ἐγκειμένου νοήματος τὸν ἀκούοντα. ἐπεὶ δὲ τὰ θεῖα προβάλλεται ῥήματα, πάντως οὐδεὶς καταμέμψεται τοὺς τὴν θεόπνευστον διδασκαλίαν πᾶσι κοινὴν προκεῖσθαι πεπιστευκότας. ἐπειδὴ τοίνυν θύρα, φησίν, ὠνομάσθη ὁ κύριος, ἐκ τούτου κατασκευάζεται τὸ καταληπτὴν εἶναι τοῦ θεοῦ τὴν οὐσίαν. ἀλλ' οὐ δέχεται τὴν διάνοιαν ταύτην τὸ εὐαγγέλιον. αὐτῆς γὰρ ἀκούσωμεν τῆς θείας φωνῆς. Ἐγώ εἰμι, φησίν, ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τί 3.8.7 τοίνυν ἐκ τούτων ἡ γνῶσις τῆς οὐσίας ἐστίν; πλειόνων γὰρ ὄντων τῶν εἰρημένων καὶ ἰδίαν ἑκάστου διάνοιαν