355
κατὰ τὸ σημαινόμενον ἔχοντος, οὔτε πάντα δυνατόν ἐστιν τῷ τῆς οὐσίας ἐντίθεσθαι λόγῳ, ὡς ἂν μὴ σύμμικτον ἐκ διαφόρων νοηθείη τὸ θεῖον, καὶ τὸ μᾶλλον κυρίως ἐφαρμόσαι τῷ προκειμένῳ δυνάμενον οὐκ ἔστιν εὐκόλως ἐκ τῶν κατειλεγμένων εὑρεῖν. ἡ θύρα ὁ κύριος· ∆ι' ἐμοῦ, φησίν, ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τὴν εἴσοδον εἴπωμεν ἀντὶ τῆς οὐσίας λέγειν αὐτὸν ἢ τὴν σωτηρίαν τῶν εἰσιόντων ἢ τὴν ἔξοδον ἢ τὴν νομὴν ἢ τὴν εὕρεσιν; ἕκαστον γὰρ τούτων ἰδιάζει τῷ σημαινομένῳ καὶ οὐ συμφωνεῖ πρὸς τὸ ἕτερον. τὸ γὰρ ἐντὸς γενέσθαι τῷ ἐξελθεῖν ἐναντίον ἐκ τοῦ προχείρου 3.8.8 δοκεῖ καὶ τὰ ἄλλα ὡσαύτως. ἄλλο γάρ τι τῷ ἰδίῳ λόγῳ ἐστὶν ἡ νομή, ἕτερον δέ τι παρὰ τοῦτο ἡ εὕρεσις. τί οὖν ἐκ τούτων ἡ τοῦ πατρὸς οὐσία νομίζεται; οὐ γὰρ δὴ τὰ πάντα τις εἰπὼν μὴ συμφωνοῦντα τῇ σημασίᾳ πρὸς ἄλληλα τὴν ἁπλῆν τε καὶ ἀσύνθετον οὐσίαν διὰ τῶν ἀσυμφώνων ἐνδείξεται. πῶς δ' ἂν ἀληθεύοι ὁ λόγος ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ Ὃν εἶδεν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι Οὐκ ἔστιν ὃς ὄψεται τὸ πρόσωπον κυρίου καὶ ζήσεται, εἴπερ ἢ τὸ ἐντὸς τῆς θύρας ἢ τὸ ἐκτὸς ἢ 3.8.9 τῆς νομῆς ἡ εὕρεσις οὐσία τοῦ πατρὸς εἴη; οὐ μὴν ἐπειδὴ τοῦτο οὐκ ἔστιν, ἀργόν τε καὶ ἄσημον ἐπὶ τοῦ κυρίου τὸ ὄνομα τῆς θύρας ὑπονοήσομεν. ἀληθῶς γὰρ ὁ αὐτός ἐστι καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς, καθὼς ὁ ∆αβὶδ ὀνομάζει, καὶ δι' ἑαυτοῦ τοὺς εἰσιόντας δέχεται καὶ ἐν ἑαυτῷ τοὺς ἔνδον γενομένους σῴζει καὶ πάλιν δι' ἑαυτοῦ πρὸς τὴν νομὴν τῶν ἀρετῶν προάγει καὶ πάντα γίνεται τοῖς σῳζομένοις, ἵνα ἑκάστῳ πρόσφορον ἑαυτὸν ποιήσῃ, καὶ ὁδὸς καὶ ὁδηγὸς καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τόπος χλόης, ἣν ἐν τῷ εὐαγγελίῳ νομὴν ὀνομάζει· ὁ δὲ καινὸς θεολόγος διὰ τὴν γνῶσιν τῆς 3.8.10 τοῦ πατρὸς οὐσίας θύραν φησὶν ὠνομάσθαι τὸν κύριον. τί οὖν οὐχὶ καὶ τὴν πέτραν καὶ τὸν λίθον καὶ τὴν πηγὴν καὶ τὸ ξύλον καὶ τὰ λοιπὰ τῶν ὀνομάτων πρὸς τὴν αὐτὴν ἕλκει διάνοιαν, ὡς ἂν τῷ πλήθει τῶν ἀλλοκότων μαρτυ ριῶν τὸ ἑαυτοῦ δόγμα πιστώσαιτο, δυνάμενος ἑκάστῳ τού των τὸν αὐτὸν ἐφαρμόσαι λόγον ὃν περὶ τῆς ὁδοῦ καὶ τῆς θύρας καὶ τοῦ φωτὸς διεξῆλθε; ἐγὼ δὲ τοῦτο παρὰ τῆς θεοπνεύστου γραφῆς διδαχθεὶς θαρσῶν ἀποφαίνομαι, ὅτι ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν πολυώνυμος γίνεται κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος, φῶς μὲν ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον, ζωὴ δὲ ὅταν τὴν ἀθα νασίαν χαρίζηται, ὁδὸς δὲ ὅταν πρὸς τὴν ἀλήθειαν ἀπὸ τῆς πλάνης χειραγωγήσῃ· οὕτω καὶ πύργος ἰσχύος καὶ πόλις περιοχῆς καὶ πηγὴ καὶ πέτρα καὶ ἄμπελος καὶ ἰατρὸς καὶ ἀνάστασις καὶ πάντα τὰ τοιαῦτα πρὸς ἡμᾶς ὀνομάζεται, ποικίλως ἑαυτὸν ταῖς ἡμετέραις εὐεργεσίαις 3.8.11 καταμερίζων. τὰς δὲ οὐσίας διὰ τῶν ὀνομάτων ἑρμηνεύ οντες οἱ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ὀξυωποῦντες, οἱ τὸ μὲν ἀκατάληπτον βλέποντες, τὸ δὲ καταληπτὸν παραβλέ ποντες, ὃν οὔτε εἶδέ τις ἀνθρώπων οὔτε ἰδεῖν δύναται, τοῦ τον οὐ μόνον ὁρᾶν, ἀλλὰ καὶ μετρεῖν διαβεβαιοῦνται, τὴν δὲ πίστιν οὐ βλέπουσι τῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὅπερ δὴ μόνον σύμμετρόν ἐστι τῇ ἡμετέρᾳ κατανοήσει, τὴν ἐκ τῶν 3.8.12 λογισμῶν ἐπίγνωσιν ἐπίπροσθεν ταύτης ποιούμενοι. οὕτως ἤκουσα τῆς ἱστορίας τῶν υἱῶν Βενιαμὶν κατηγορούσης, οἳ πρὸς μὲν τὸν νόμον οὐκ ἔβλεπον, κατὰ δὲ τριχὸς ἐτοξά ζοντο, δηλοῦντος οἶμαι τοῦ λόγου τὴν περὶ τὸ μάταιον αὐτῶν ἀσχολίαν, ὅτι τῶν μὲν ἀνωφελῶν καὶ ἀνυποστάτων ἑκηβόλοι τινὲς ἦσαν καὶ εὐφυεῖς στοχασταί, τῶν δὲ προδήλως ὠφελούντων ἀμαθεῖς τε καὶ ἀμελέτητοι· ἐπάγει γὰρ τοῖς εἰρημένοις ἡ ἱστορία τὴν κατ' αὐτοὺς συμφοράν, ὅπως πρὸς τὴν Σοδομιτικὴν παρανομίαν λυσσήσαντες πανστρατιᾷ τοῦ Ἰσραηλίτου λαοῦ κατ' αὐτῶν ὁπλισθέντος ἐξεπορθήθησαν. καί μοι δοκεῖ φιλάνθρωπον εἶναι γνώμην εἰσηγή σασθαι τοῖς νέοις τοξόταις, μὴ κατὰ τριχὸς ἐθέλειν τοξά ζεσθαι, τὴν δὲ θύραν μὴ βλέπειν τῆς πίστεως, ἀλλὰ παρέν τας τὴν περὶ τὸ ἄληπτον ματαιοπονίαν μὴ ζημιοῦσθαι τὸ πρόχειρον κέρδος τὸ διὰ μόνης τῆς πίστεως εὑρισκόμενον. 3.8.13