356
Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται γὰρ ἄλλο τι δεῖξαι παρὰ τὴν αἰωνίαν ζωὴν τὸν υἱὸν ὄντα, ἥτις εἰ μὴ ἐν τῷ μονογενεῖ θεωροῖτο, ματαία μὲν ἡ πίστις ἀπο δειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ τὸ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι, ἄχρηστοι δὲ καὶ ἀνό νητοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρῶτες. 3.8.14 τί γὰρ κατήγγειλαν τὸν Χριστόν, ἐν ᾧ τῆς αἰωνίας ζωῆς κατ' Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; εἰς τί δὲ τῷ ὀνόματι Χριστοῦ τοὺς πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; 20ὁ γὰρ νοῦς20, φησί, 20τῶν εἰς τὸν κύριον πεπιστευκότων πᾶσαν αἰσθητὴν καὶ νοητὴν οὐσίαν ὑπερκύψας οὐδὲ ἐπὶ τῆς τοῦ υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν, ἐπέκεινα δὲ καὶ ταύτης ἵεται, πόθῳ τῆς αἰω 3.8.15 νίου ζωῆς ἐντυχεῖν τῷ πρώτῳ γλιχόμενος20. τί τῶν εἰρημένων πλέον ὀδύρωμαι, τὸ μὴ εἶναι τὴν αἰωνίαν ζωὴν ἐν τῷ υἱῷ τοὺς δειλαίους νομίζειν ἢ τὸ χθαμαλὴν οὕτω καὶ πρόσγειον βλέπειν τὴν τοῦ μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοῖς λογισμοῖς ἐπιβάντας 20ὑπερ κύπτειν20 ἄνω τῆς τοῦ υἱοῦ ζωῆς τῇ ἑαυτῶν διανοίᾳ φαν τάζεσθαι καὶ καταλιπόντας κάτω που τοῦ κυρίου τὴν γέν νησιν ἐπέκεινα ταύτης ἵεσθαι πόθῳ τῆς αἰωνίου ζωῆς; ταύτην γὰρ τὰ εἰρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώ πινος νοῦς τὴν τῶν ὄντων γνῶσιν διερευνώμενος καὶ τῆς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως ἑαυτὸν ὑπεράρας καθ' ὁμοιότητα τῶν λοιπῶν κατώτερον ἑαυτοῦ τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν καταλείψει, καὶ ἐν ᾧ οὐκ ἦν ὁ θεὸς λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται, διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκειμένοις τῆς τοῦ υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος ὅπου ὁ μονογενὴς θεὸς οὐκ 3.8.16 ἔστιν. πόθῳ γὰρ τῆς αἰωνίας, φησί, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ υἱῷ πάντως μὴ εὑρὼν τὸ ζητούμενον. εἰ οὖν οὐκ ἔστιν ἐν τῷ υἱῷ ἡ αἰώνιος ζωή, ἆρα ψευδὴς ἁλώσεται ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή, ἢ ζωὴ μὲν ἐστίν, οὐκ αἰώνιος δέ; ἀλλὰ τὸ μὴ αἰώνιον πρόσ καιρον πάντως, τὸ δὲ τοιοῦτο τῆς ζωῆς εἶδος κοινὸν καὶ τῶν ἀλόγων ἐστίν. ποῦ τοίνυν τὸ μεγαλεῖον τῆς ὄντως ζωῆς, εἰ μετέχοι ταύτης καὶ ἡ ἄλογος φύσις; πῶς δὲ ταὐτὸν ἔσται τῇ ζωῇ ὁ λόγος, εἰ τῇ ἀλόγῳ φύσει διὰ τῆς 3.8.17 προσκαίρου ζωῆς εἰσοικίζοιτο; εἰ γὰρ κατὰ τὸν μέγαν Ἰωάννην ζωὴ μὲν ἐστὶν ὁ λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αἰώνιος, καθὼς τῇ αἱρέσει δοκεῖ, γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμ περαίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα ἢ ἄλογον ὁμολογεῖσθαι τὸν λόγον. ἆρ' ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα; μὴ γὰρ τοιαῦτα τὰ λεγόμενα, ὡς κεκρυμμένην ἔχειν τὴν συμβουλὴν τῆς τοῦ 3.8.18 κυρίου ἀρνήσεως; εἰ γὰρ φανερῶς μὲν ὁ ἀπόστολος λέγει τὸ μὴ αἰώνιον πρόσκαιρον, οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὴν αἰώνιον ὁρῶσι ζωήν, τὸν δὲ υἱὸν τῆς τοῦ πα τρὸς φύσεως ἀλλοτριοῦντες συναποτέμνουσι καὶ τῆς αἰωνίου ζωῆς, τί ἄλλο καὶ οὐχὶ ἄρνησίς ἐστιν περιφανὴς καὶ ἀθέτησις τῆς εἰς τὸν κύριον πίστεως, σαφῶς τοῦ ἀποστόλου λέγοντος τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπι κότας ἐλεεινοτάτους ἁπάντων εἶναι; εἰ οὖν ζωὴ μὲν ὁ κύ ριος, οὐκ αἰώνιος δέ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἐφήμερος ἡ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, <ἐν> ᾗ τοὺς ἐλπίζοντας ὁ ἀπόστολος κατοικτίζεται ὡς τῆς ἀλη θινῆς ἀφαμαρτόντας ζωῆς. 3.8.19 Ἀλλὰ μὴν τοῦτον διαβάντες οἱ κατ' Εὐνόμιον πεφω τισμένοι εἰς τὸ ἐπέκεινα τοῦ υἱοῦ τοῖς λογισμοῖς φέρονται, ἐν τῷ ἔξω τοῦ μονογενοῦς θεωρουμένῳ τὴν αἰώνιον ἀναζη τοῦντες ζωήν. τί χρὴ λέγειν ἐπὶ τῶν τοιούτων κακῶν ἄλλο πλὴν εἴ τι θρῆνον ἐκκαλεῖται καὶ δάκρυον. ὢ πῶς ἂν ἐπιστενάξαιμεν τῇ δειλαίᾳ ταύτῃ καὶ ἐλεεινῇ γενεᾷ, τοιούτων δὲ κακῶν ἐξενεγκούσῃ φοράν; ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἰερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆςεἰδωλολατρείας καθηγουμένῳ πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ἀντὶ τῆς εἰς τὴν θρῃσκείαν παρανομίας τὴν εἰς Ἀσ συρίους