357
αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἁγιάσματος καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γε 3.8.20 νόμενοι. τούτους μοι δοκεῖ νῦν τοὺς θρήνους οἰκειότερον ᾄδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρείας εἶδος τοὺς ἀπατωμένους ἐφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω. οἷς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανά στασις γίνεται ἀπὸ τῆς ἄνω Ἱερουσαλὴμ τουτέστιν ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πο νηρῶν δογμάτων μεθισταμένοις· σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται· καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν καὶ οὗτος ἑαυτὸν ἑκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερήσας λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δείλαιος ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης πατρί τε καὶ υἱῷ καὶ πνεύ ματι ἁγίῳ τὸ εὐαγγέλιον ἐνορᾶν δογματίζει, περὶ μὲν τοῦ πατρὸς οὕτως εἰπόντος τοῦ λόγου ὅτι τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιός ἐστι ζωή, περὶ δὲ τοῦ υἱοῦ ὅτι πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωήν, περὶ δὲ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος 3.8.21 ἁλλομένου εἰς ζωὴν αἰώνιον. οὐκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωήν, ἐπειδὰν εὕρῃ τὸν υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὗρεν ἐν αὐτῷ ὅπερ ἐπόθησε, διότι καὶ αὐτός ἐστιν ἡ ζωὴ καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. ἀλλ' ὁ λεπτὸς οὗτος τὸν νοῦν καὶ διορατικὸς τὴν καρδίαν ὑπὸ πολλῆς ὀξυωπίας τῷ υἱῷ τὴν αἰώνιον οὐκ ἐνευρίσκει ζωήν, ἀλλ' ὑπερβὰς τοῦτον καὶ καταλιπὼν οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον ἐκεῖ διερευνᾶται τὴν αἰώνιον ζωήν, 3.8.22 ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωήν. τί ἄν τις ἐπινοή σειε τούτων ἢ εἰς βλασφημίαν φρικτότερον ἢ εἰς θρήνων ἀφορμὴν σκυθρωπότερον; ἀλλὰ μὴν τὸ 20Σαβέλλιόν20 τε καὶ 20Μοντανὸν20 τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλεῖσθαι τοιοῦτόν ἐστιν οἷον εἴ τις καὶ τὴν κατὰ τὸ ἀνόμοιον ἡμῖν βλασφη μίαν προστρίβοιτο. εἰ γάρ τις ἐπεσκεμμένως τὴν τῶν αἱρέσεων τούτων ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχον 3.8.23 τας πρὸς τὴν κατ' Εὐνόμιον πλάνην τὴν οἰκειότητα. ἰου δαΐζει γὰρ ἑκάτερος αὐτῶν ἐν τῷ δόγματι οὔτε τὸν μονο γενῆ θεὸν οὔτε τὸ πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ' αὐτοῖς καὶ πρώτου λεγομένου θεοῦ προσδεχόμενος· ὃν γὰρ Σαβέλλιος λέγει "1τριώνυμον"2, τοῦτον Εὐνόμιος ὀνομάζει "1ἀγέννητον"2· οὐδέτερος δὲ τού των ἐν τῇ τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἡ τῶν ἐντυγ χανόντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.8.24 Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν φημὶ διὰ τῶν προλαβόντων μετρίως τῆς περὶ τούτων ἡμῖν δια νοίας ἐκκαθαρθείσης μηκέτι συνδιαβαπτίζειν τὸν λόγον τοῖς ὁμοίοις κακοῖς. πλὴν τοῦτο μόνον οὐκ ἄκαιρον ἴσως 3.8.25 προσθεῖναι τῶν πολλῶν ἐκλεξάμενον. φησὶ κατὰ τὸ ἴσον καὶ τῇ τοῦ πατρὸς οὐσίᾳ συνεζεῦχθαί ** τινος τὴν ἀγεν νησίαν εἰπόντος διὰ τῶν ὁμοίων ὁ λόγος προέρχεται, καθὼς ἐπὶ τοῦ υἱοῦ συνεπέρανε, σαφῶς διὰ τῆς τῶν ἐναν τίων κατασκευῆς τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται, τὸ μὴ ταὐτὸν οἴεσθαι εἶναι τῇ οὐσίᾳ 20τὴν ἀγεννησίαν20 τε καὶ 20τὴν γέννησιν20, ἀλλ' ἐπιθεωρεῖσθαι μὲν ταῦτα τῷ ὑποκειμένῳ, ἄλλο δέ τι παρὰ ταῦτα εἶναι τῷ ἰδίῳ λόγῳ τὸ ὑποκείμενον, ἐφ' οὗ μηδεμιᾶς διαφορᾶς εὑρισκομένης διὰ τὸ κεχωρίσθαι τῆς οὐσίας τὴν κατὰ τὸ γεννητόν τε καὶ ἀγέννητον διαφορὰν λείπεται κατὰ πᾶσαν ἀνάγκην τὸ ἀπαράλλακτον ἐπ' ἀμφοῖν τὴν οὐσίαν συντίθεσθαι. ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν, πῶς κεχωρίσθαι τοῦ πατρὸς λέγει τὴν 20γέννησιν20, οὐσίαν αὐτὴν νοῶν ἢ 3.8.26 ἐνέργειαν. ἀλλ' εἰ μὲν ἐνέργειαν οἴεται ταύτην, ἐπίσης πάντως τῷ τε ἐνεργηθέντι καὶ τῷ ἐνεργοῦντι συνάπτεται, ὥσπερ ἐπὶ πάσης κατασκευῆς ὁμοίως ἐπί τε τοῦ γινομένου καὶ τοῦ ποιοῦντος ἔστιν ἰδεῖν τὴν ἐνέργειαν μήτε τοῦ τεχνι τεύοντος χωριζομένην καὶ τῇ κατασκευῇ τῶν ἀποτελεσμάτων ἐμφαινομένην· εἰ δὲ