358
οὐσίαν αὐτὴν λέγοι τῆς τοῦ πατρὸς οὐσίας κεχωρισμένην, ἐκ ταύτης ὁμολογῶν εἶναι τὸν κύριον, δῆλός ἐστιν ταύτην ἀντὶ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς βλέπων, ὡς δύο πατέρας ἐπὶ τοῦ υἱοῦ νοεῖσθαι, τὸν μὲν ὀνομαζόμενον μόνον, ὃν δὴ καὶ 20ἀγέννητον20 λέγει, μὴ κοινωνοῦντα δὲ τῆς γεννήσεως, τὴν δὲ τὰ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς ἐνεργοῦσαν, ἣν 20γέννησιν20 ὀνομάζει. 3.8.27 Καὶ τοῦτο μᾶλλον δι' αὐτῶν τῶν Εὐνομίου λόγων ἢ διὰ τῶν ἡμετέρων ἐλέγχεται. λέγει γὰρ ἐν τοῖς ἐφεξῆς· 20ὁ δὲ θεὸς χωρὶς γεννήσεως ὢν καὶ πρὸ τοῦ γεν νηθέντος ἐστί20, καὶ μετ' ὀλίγον· 20ᾧ γὰρ ἐκ τοῦ γεν νηθῆναι τὸ εἶναι, οὗτος πρὶν γεννηθῆναι οὐκ ἦν20. οὐκοῦν εἰ ἡ γέννησις μὲν κεχώρισται τοῦ πατρός, τῷ δὲ υἱῷ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναί ἐστιν, ἄρα ἀνενέργητος ὁ πατὴρ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ κεχωρισμένος τῆς γεννήσεως, ἀφ' ἧς ὁ υἱὸς τὸ εἶναι ἔχει. εἰ οὖν ἠλ λοτρίωται τῆς τοῦ υἱοῦ γεννήσεως ὁ πατήρ, ἢ ἄλλον τινὰ πατέρα τοῦ υἱοῦ διὰ τοῦ τῆς γεννήσεως ὀνόματος ἀνα πλάσσουσιν ἢ αὐτογέννητόν τινα καὶ αὐτογένεθλον τὸν υἱὸν 3.8.28 οἱ σοφοὶ διὰ τῶν εἰρημένων ἀποδεικνύουσιν. ὁρᾷς τὸ πε φυρμένον τῆς διανοίας τοῦ τὴν ἀμαθίαν ἡμῖν ἄνω καὶ κάτω διὰ τῶν ἰδίων λόγων προφέροντος, ὡς διαπλανᾶται ταῖς πολυοδίαις, μᾶλλον δὲ ταῖς ἀνοδίαις ἡ βλασφημία, δι' οὐδενὸς βεβαίου πρὸς τὸν σκοπὸν ἑαυτῆς προϊοῦσα; καὶ οἷον ἔστιν ἐπὶ τῶν νηπίων ἰδεῖν, ὅταν ὑφ' ἡλικίας ἀθύ ροντες ἐν ψάμμῳ τινὶ μιμῶνται τὰς τῶν οἰκοδομημάτων κατασκευάς, οἷς οὐ κατὰ σκοπὸν ἡ μίμησις τεχνικῶς πρὸς τὸ ἀρχέτυπον ὁμοιοῦται, ἀλλὰ πρότερον ὑπ' ἀνοίας τι κατὰ τὸ συμβὰν ἐξειργάσαντο, εἶτα βουλεύονται τί χρὴ ὀνομάσαι τὸ κατασκεύασμα· ταύτην καὶ ἐπὶ τοῦ λογογράφου τὴν 3.8.29 ἀγχίνοιαν βλέπω. οἷον γάρ τινα ψάμμου σωρείαν κατὰ τὸ ἐπελθὸν αὐτῷ τὰ τῆς ἀσεβείας ῥήματα συμφορήσας μετὰ ταῦτα λογίζεται τὴν ἀδιανόητον βλασφημίαν, πρὸς ὅ τι βλέπει, δίχα τινὸς λογικῆς ἀκολουθίας ἐκ τοῦ αὐτομάτου διὰ τῶν εἰρημένων ἀναφυεῖσαν. οὐ γὰρ οἶμαι κατὰ πρό θεσιν αὐτῷ τὴν τῆς 20γεννήσεως20 ὑπόστασιν ἀναπεπλάσθαι ἀντὶ πατρὸς τῇ οὐσίᾳ τοῦ υἱοῦ γινομένην, οὐδὲ τὸ ἀλλό τριον ἀποδειχθῆναι τῆς γεννήσεως τοῦ υἱοῦ τὸν πατέρα κατὰ σκοπὸν ἦν, ὡς οἶμαι, τῷ ῥήτορι, οὐδὲ ἡ αὐτογένεθλος τερατεία διά τινος προβουλεύσεως ἐπεισηνέχθη, ἀλλὰ πάντα τὰ τοιαῦτα διανοίας χωρὶς ἀπημέσθη τῷ λογογράφῳ, ὡς μηδὲ πολλῆς ἄξιον ἐν τούτοις κατηγορίας εἶναι τὸν πλημ μελοῦντα μὲν ἐν τοῖς δόγμασιν, οὐκ εἰδότα δέ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε ὃ λέγει οὔτε περὶ τίνων διαβε 3.8.30 βαιοῦται. 20ᾧ γὰρ ἐκ τοῦ γεννηθῆναι20, φησί, 20τὸ εἶναι, οὗτος πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν20. εἰ ἀντὶ τοῦ πατρὸς νοῶν τὴν γέννησιν λέγει, κἀγὼ συντίθεμαι καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. ταὐτὸν γὰρ ἔστι δι' ἑκατέρας σημῆναι τῆς λέξεως ἔκ τε τοῦ εἰπεῖν ὅτι ὁ Ἀβραὰμ ἐγέν νησε τὸν Ἰσαὰκ καὶ ἀντὶ τοῦ "ἐγέννησεν"2 ὅτι "1πατὴρ ἐγέ νετο"2 τοῦ Ἰσαάκ. ἐπεὶ οὖν ταὐτόν ἐστι τῷ γεγεννηκέναι τὸ εἶναι πατέρα, εἴ τις πρὸς ἕτερον τύπον μεταλάβοι τὰ ῥήματα, ταὐτὸν οὖσα τῇ γεννήσει ἡ πατρότης ἀναδειχθή σεται. εἰ οὖν οὕτω φησὶν ὁ Εὐνόμιος ὅτι· ᾧ γὰρ ἐκ τοῦ πατρὸς τὸ εἶναι, οὗτος πρὸ τοῦ πατρὸς οὐκ ἦν, ὑγιαίνει ὁ 3.8.31 λόγος, καὶ ἡμεῖς τοῖς εἰρημένοις ἐπιψηφίζομεν. εἰ δὲ πρὸς ἐκείνην ἀνατρέχει τῷ λόγῳ τὴν γέννησιν καὶ κεχωρίσθαι μέν φησι τοῦ πατρός, συνεζεῦχθαι δὲ τῷ υἱῷ, μάταιον ἡγοῦμαι τῇ τῶν ἀδιανοήτων ἐμφιλοχωρεῖν θεωρίᾳ. οὔτε γὰρ εἰ πρᾶγμα κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον τὴν γέν νησιν οἴεται οὔτε εἰ πρὸς τὸ ἀνυπόστατον ταῖς ἐννοίαις διὰ τοῦ ὀνόματος ἀποσύρεται, μέχρι τοῦ νῦν ἐκ τῶν εἰρημένων κατιδεῖν δεδυνήμεθα. φέρεται γὰρ ὁμοίως πρὸς ἑκατέραν τῶν ὑπολήψεων τὸ ἀπαγὲς τοῦ λόγου καὶ ἄρριζον, πρὸς τὸ δοκοῦν τῷ νοοῦντι περικλινόμενον. 3.8.32 Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι· καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ πῶς ἔστι τολμῆσαι προενεγκεῖν διὰ στόματος τὴν φρικώδη τε καὶ ἄθεον τοῦ χριστομάχου λογογραφίαν. δέδοικα γὰρ μή ποτε καθ'