359
ὁμοιότητα τῶν δηλητηρίων φαρμάκων ἐνα πόθηται τῷ στόματι, δι' οὗ τὸ ῥῆμα παρέρχεται, τῆς φθοροποιοῦ πικρίας τὸ λείψανον. Πιστεῦσαι δεῖ τὸν προσ ερχόμενον θεῷ, φησὶν ὁ ἀπόστολος, ὅτι ἔστιν. οὐκοῦν ἴδιον 3.8.33 θεότητος γνώρισμα τὸ ἀληθῶς εἶναι. ὁ δὲ κατασκευάζει τὸν ἀληθῶς ὄντα ἢ μὴ καθόλου εἶναι ἢ μὴ κυρίως εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ μηδὲ ὅλως εἶναι. ὁ γὰρ μὴ κυρίως ὢν οὐδὲ ἔστιν ὅλως. οἷον τρέχειν λέγεται κατὰ τὴν ἐνύπνιον φαντασίαν ὁ τῇ σπουδῇ τοῦ δρόμου ἐμφανταζόμενος· ἀλλ' ἐπειδὴ ψευδῶς τὴν δόκησιν τοῦ ἀληθοῦς ὑποκρίνεται δρό μου, διὰ τοῦτο ἡ φαντασία δρόμος οὐκ ἔστιν. ἀλλὰ κἂν οὕτως ἐκ καταχρήσεως λέγηται, ψευδωνύμῳ τῇ κλήσει κατονομάζεται. οὐκοῦν ὁ τολμῶν τὸν μονογενῆ θεὸν ἢ μὴ εἶναι λέγειν ἢ μὴ κυρίως εἶναι σαφῶς τὴν εἰς αὐτὸν πίστιν διαγράφει τοῦ δόγματος. τίς γὰρ ἂν ἔτι μὴ ὄντι πιστεύσειεν; ἢ τίς ἂν πρόσθοιτο τούτῳ, οὗ τὸ εἶναι ἄκυρον ἀπο δέδεικται παρὰ τῶν ἐχθρῶν τοῦ ἀληθινοῦ κυρίου καὶ ἀνυ πόστατον; 3.8.34 Καὶ ὡς ἂν μὴ δόξειεν διά τινος συκοφαντίας κατὰ τῶν ὑπεναντίων ὁ παρ' ἡμῶν γίνεσθαι λόγος, αὐτὴν παρα θήσομαι τῶν ἀσεβῶν τὴν λέξιν ἔχουσαν οὕτως· 20οὐκ ὢν οὐδὲ κυρίως ὤν20, φησίν, 20ὁ ἐν κόλποις ὢν τοῦ ὄν τος καὶ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὤν, κἂν Βασίλειος τοῦ διορισμοῦ τούτου καὶ τῆς προσ θήκης ἀμελήσας ἐπαλλάττῃ τὴν τοῦ ὄντος προσηγορίαν παρὰ τὴν ἀλήθειαν20. τί λέγεις; ὁ ἐν τῷ πατρὶ ὢν οὐκ ἔστι, καὶ ὁ ἐν ἀρχῇ ὢν καὶ ὁ ἐν τοῖς κόλποις ὢν διὰ τοῦτο οὐκ ἔστιν, ὅτι ἐν ἀρχῇ ἐστι καὶ ἐν τῷ πατρί ἐστι καὶ ἐν τοῖς κόλποις καθορᾶται τοῦ ὄντος; καὶ διὰ τοῦτο κυρίως οὐκ ἔστιν, ὅτι ἐν τῷ ὄντι 3.8.35 ἐστίν; ὢ καινῶν τε καὶ παραλόγων δογμάτων. νῦν πρώτως τῆς κενοφωνίας ταύτης ἠκούσαμεν, ὅτι ὁ κύριος δι' οὗ τὰ πάντα κυρίως οὐκ ἔστι. καὶ οὔπω τοῦτο δεινόν, ἀλλ' ἔτι καὶ [τὸ] τούτου παραλογώτερον τὸ μὴ μόνον μὴ εἶναι αὐτὸν λέγειν ἢ μὴ κυρίως εἶναι, ἀλλὰ καὶ τῇ συνθέτῳ τε καὶ ποικίλῃ ἐνθεωρεῖσθαι φύσει· 20οὐκ ὢν γάρ20, φησίν, 20οὐδὲ ἁπλοῦς ὤν20. ᾧ δὲ τὸ ἁπλοῦν οὐ πρόσεστιν, τὸ ποικίλον δηλονότι προσμαρτυρεῖται καὶ σύνθετον. πῶς οὖν ὁ αὐτὸς καὶ οὐκ ἔστιν ὅλως καὶ σύνθετος κατὰ τὴν οὐσίαν ἐστίν; χρὴ γὰρ τῶν δύο τὸ ἕτερον, ἢ καθόλου προσμαρτυροῦντας αὐτῷ τὸ ἀνύπαρκτον μηδὲ σύνθετον λέγειν, ἢ τὸ σύνθετον 3.8.36 ἐπικαλοῦντας αὐτῷ μὴ ἐξαιρεῖν τοῦ ὄντος. ἀλλ' ὡς ἂν πολυειδῶς τε καὶ ποικίλως γίνοιτο παρ' αὐτῶν ἡ βλασφη μία, πᾶσιν ἐφάλλεται τοῖς ἀθέοις νοήμασι, τῇ μὲν πρὸς τὸ ὂν συγκρίσει μὴ εἶναι κυρίως λέγουσα, τῇ δὲ πρὸς τὸ ἁπλοῦν σχέσει ἀμοιρεῖν τῆς ἁπλότητος. οὐκ ὢν οὐδὲ ἁπλῶς οὐδὲ κυρίως ὤν. τίς τῶν παραβεβηκότων τὸν λόγον καὶ τὴν πίστιν ἐξομοσαμένων τοσοῦτον ἐνεδαψιλεύσατο ταῖς ἀρ νητικαῖς τοῦ κυρίου φωναῖς καὶ ἀντεφιλοτιμήθη τῷ θείῳ τοῦ Ἰωάννου κηρύγματι; ὁσάκις γὰρ ἐκεῖνος τὸ "1ἦν"2 τῷ λόγῳ προσεμαρτύρησε, τοσαυτάκις οὗτος ἀντιθεῖναι τὸ "1οὐκ 3.8.37 ἦν"2 τῷ ὄντι ἐφιλονείκησε. καὶ τῷ ἁγίῳ στόματι τοῦ πατρὸς ἡμῶν διαμάχεται, ταῦτα προφέρων κατ' αὐτοῦ τὰ ἐγκλή ματα ὅτι ἀμελεῖ τῶν διορισμῶν τούτων Βασίλειος, ὄντα λέγων τὸν ἐν τῷ πατρὶ καὶ ἐν τῇ ἀρχῇ καὶ ἐν τοῖς κόλ ποις ὄντα, ὡς τῆς τοιαύτης προσθήκης, τῆς κατὰ τὴν ἀρχὴν καὶ τὸν κόλπον, παραγραφομένης τοῦ ὄντος τὴν ὕπαρξιν. ὢ καινῶν μαθημάτων, οἷα παιδεύουσιν οἱ παι δευταὶ τῆς ἀπάτης, οἵων δογμάτων εἰσηγηταὶ τοῖς ἀκούουσι 3.8.38 γίνονται. τὸ ἔν τινι ὂν μὴ εἶναι διδάσκουσιν. οὐκοῦν ἐπειδὴ ἐντὸς σοῦ ἐστιν, Εὐνόμιε, ἡ καρδία καὶ ὁ ἐγκέ φαλος, οὐκ ἔστι κατὰ τὸν σὸν διορισμὸν τούτων ἑκάτερον. εἰ γὰρ διὰ τοῦτο κυρίως ὁ μονογενὴς θεὸς οὐκ ἔστιν, διότι ἐν τοῖς τοῦ πατρός ἐστι κόλποις, πᾶν τὸ ἔν τινι ὂν τοῦ εἶναι πάντως ἐξῄρηται. ἀλλὰ μὴν ἐν σοὶ ἡ καρδία καὶ οὐ καθ' ἑαυτὴν ἐστίν. ἄρα κατὰ τὸν σὸν λόγον ἢ καθόλου χρὴ μὴ εἶναι λέγειν αὐτὴν ἢ μὴ κυρίως εἶναι. 3.8.39 Ἀλλὰ τὸ μὲν ἀπαίδευτον ἐν τοῖς εἰρημένοις παρ' αὐτοῦ καὶ τὸ βλάσφημον τοσοῦτόν τε καὶ τοιοῦτον, ὡς καὶ πρὸ τῶν ἡμετέρων λόγων καταφανὲς εἶναι τοῖς γε νοῦν ἔχουσιν· ὡς δ' ἂν μᾶλλον ἐπίδηλος αὐτοῦ γένοιτο μετὰ τῆς ἀσεβείας ἡ ἄνοια, τοῦτο