360
τοῖς προειρημένοις προσθή σομεν. εἰ μόνον ἔστι κυρίως εἶναι λέγειν, ᾧ τῆς γραφῆς ὁ λόγος ἀπολελυμένον τε καὶ ἄσχετον μαρτυρεῖ τὸ εἶναι, διὰ τί καθάπερ οἱ ὑδροφοροῦντες ἐν ἐξουσίᾳ τοῦ πιεῖν 3.8.40 ὄντες τῇ δίψῃ φθείρονται; καὶ οὕτως πρόχειρον ἔχων τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας τὸ ἀντιφάρμακον ἐπιμύσας παρέδραμεν, ὥσπερ τὸ σωθῆναι φοβούμενος, καὶ ἀδικεῖν αἰτιᾶται Βασίλειον ὅτι τοὺς προσδιορισμοὺς σιωπήσας μόνον ἐφ' ἑαυτοῦ τὸ ἦν ἐπὶ τοῦ μονογενοῦς διηγήσατο. καίτοι γε δυνατὸν ἦν, ἃ ἐκεῖνος εἶδε καὶ ἕκαστος τῶν ὀφθαλμοὺς ἐχόντων ὁρᾷ, καὶ τοῦτον ἰδεῖν. ὅ μοι δοκεῖ προφητικῶς κινηθεὶς ὁ ὑψηλὸς Ἰωάννης, ὡς ἂν ἐμφραγείη τὰ στόματα τῶν χριστομάχων τῶν διὰ τὰς προσθήκας ταύτας ἀθετούν των τοῦ Χριστοῦ τὸ κυρίως εἶναι, ἁπλῶς καὶ ἀδιορίστως εἰπεῖν ὅτι θεὸς ἦν ὁ λόγος καὶ ζωὴ ἦν καὶ φῶς ἦν, οὐ μόνον ἐν ἀρχῇ καὶ πρὸς τὸν θεὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ὤν, ὥστε διὰ τῆς τοιαύτης σχέσεως ἀναιρεῖσθαι τοῦ κυρίου τὸ κυρίως εἶναι· ἀλλὰ τῷ εἰπεῖν ὅτι θεὸς ἦν, τῇ ἀσχέτῳ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ πᾶσαν περιδρομὴν τῶν εἰς ἀσέβειαν τρεχόντων τοῖς λογισμοῖς ὑποτέμνεται καὶ ἔτι πρὸς τούτοις, ὃ καὶ μᾶλλον, ἐλέγχει τὴν τῶν ἀντικει 3.8.41 μένων κακόνοιαν. εἰ γὰρ τὸ ἔν τινι εἶναι σημεῖον ποιοῦνται τοῦ μὴ κυρίως εἶναι, οὐδὲ τὸν πατέρα κυρίως εἶναι πάντως συντίθενται, μεμαθηκότες ἐν τῷ εὐαγγελίῳ ὅτι ὥσπερ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ μένει κατὰ τὴν τοῦ κυρίου φωνήν. ἴσον γάρ ἐστι τῷ ἐν κόλποις εἶναι τοῦ πατρὸς τὸν υἱὸν τὸ ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι λέγειν. ἐν παρόδῳ δὲ καὶ τοῦτο προσεξετάσωμεν. ὅτε οὐκ ἦν, ὥς φασιν, ὁ υἱός, τί περιεῖχε τοῦ πατρὸς ὁ κόλπος; πάντως γὰρ ἢ πλήρη δώσουσιν αὐτὸν εἶναι ἢ κενὸν ὑποθήσονται. 3.8.42 εἰ μὲν οὖν πλήρης ἦν ὁ κόλπος, ὁ υἱὸς πάντως ἦν τοῦ κόλπου τὸ πλήρωμα· εἰ δέ τινα κενότητα τοῖς τοῦ πατρὸς ἐνθεωροῦσι κόλποις, οὐδὲν ἕτερον ἢ ἐκ παραυξήσεως αὐτῷ προσμαρτυροῦσι τὴν τελειότητα, ἀπὸ τοῦ κενοῦ τε καὶ λεί ποντος ἐπὶ τὸ πλῆρες μεθισταμένου καὶ τέλειον. ἀλλ' Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, φησὶν ὁ ∆αβὶδ περὶ τῶν ἐν σκότει διαπορευομένων. ὁ γὰρ ἐκπεπολεμωμένος τῷ ἀληθινῷ φωτὶ ἐν φωτὶ τὴν ψυχὴν ἔχειν οὐ δύναται. διὰ τοῦτο προσκεί μενον ἐκ τοῦ ἀκολούθου τὸ τὴν ἀσέβειαν ταύτην ἐπαν ορθούμενον ὥσπερ ἀορασίᾳ πληγέντες κατὰ τοὺς Σοδομίτας οὐ κατενόησαν. 3.8.43 Ἀλλὰ καὶ κυριεύεσθαι λέγει παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν, οὕτω λέγων τῷ ῥήματι· 20οὐ γὰρ οἰκει οῦται ταύτην τὴν ἀξίαν ὁ διὰ τὸν πατέρα ὢν καὶ ζῶν, τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν20. εἰ μὲν οὖν τινι τῶν ἔξω σοφῶν ταῦτα δοκεῖ, μηδὲν ἐνο χλείσθω τὰ εὐαγγέλια μηδὲ ἡ λοιπὴ τῆς θεοπνεύστου γραφῆς διδασκαλία (τίς γὰρ κοινωνία τῷ Χριστιανῷ λόγῳ πρὸς τὴν μωρανθεῖσαν σοφίαν;)· εἰ δὲ τοῖς γραφικοῖς ἐπε ρείδεται, δειξάτω τοιαύτην ἐκ τῶν ἁγίων φωνήν, καὶ ἡμεῖς σιωπήσομεν. βοῶντος ἀκούω τοῦ Παύλου ὅτι Εἷς κύριος 3.8.44 Ἰησοῦς Χριστός. ἀλλ' ἀντιβοᾷ τῷ Παύλῳ Εὐνόμιος δοῦλον ὀνομάζων τὸν Χριστόν. ἄλλο γάρ τι δουλείας ἡμεῖς οὐκ ἐπιγινώσκομεν γνώρισμα πλὴν τοῦ ὑποχείριον εἶναι καὶ κυ ριεύεσθαι. ὁ δοῦλος δοῦλος πάντως ἐστίν· ὁ δὲ δοῦλος τῇ φύσει κύριος εἶναι οὐ δύναται, κἂν ἐκ καταχρήσεως λέγηται. καὶ τί μοι φέρειν εἰς μαρτυρίαν τῆς τοῦ κυρίου κυριότητος τὰς τοῦ Παύλου φωνάς; αὐτὸς γὰρ ὁ Παύλου δεσπότης πρὸς τοὺς μαθητάς φησιν ἀληθῶς εἶναι κύριος, ἀποδεχόμενος τὴν ὁμολογίαν τῶν διδάσκαλον αὐτὸν καὶ 3.8.45 κύριον ὀνομαζόντων. λέγει γὰρ ὅτι Ὑμεῖς καλεῖτέ με κύ ριον καὶ διδάσκαλον καὶ καλῶς λέγετε· εἰμὶ γάρ. τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν πατέρα παρ' αὐτῶν ἐνομοθέτησε λέ γεσθαι εἰπὼν Μὴ καλέσητε καθηγητὴν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ὁ Χριστός· καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. τίνι τοίνυν προσεκτέον ἡμῖν ἐν μέσῳ τούτων ἀπειλημμένοις; ἐκεῖθεν αὐτός τε ὁ κύριος καὶ ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τὸ μὴ χρῆναι δοῦλον αὐτὸν ἐννοεῖν ἐγκελεύεται, ἀλλ' οὕτω τιμᾶν αὐτὸν